en
Old Testament
1 “You also, son of man, take a clay tablet and lay it before you, and portray on it a city, Jerusalem.
1 ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ᾿ αὐτὴν πόλιν τὴν Ἱερουσαλήμ.
2 Lay siege against it, build a siege wall against it, and heap up a mound against it; set camps against it also, and place battering rams against it all around.
2 καὶ δώσεις ἐπ᾿ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ᾿ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ᾿ αὐτὴν χάρακα καὶ δώσεις ἐπ᾿ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.
3 Moreover take for yourself an iron plate, and set it as an iron wall between you and the city. Set your face against it, and it shall be besieged, and you shall lay siege against it. This will be a sign to the house of Israel.
3 καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ᾿ αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ. ~
4 “Lie also on your left side, and lay the iniquity of the house of Israel upon it. According to the number of the days that you lie on it, you shall bear their iniquity.
4 Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπ᾿ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν, ἃς κοιμηθήσῃ ἐπ᾿ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν.
5 For I have laid on you the years of their iniquity, according to the number of the days, three hundred and ninety days; so you shall bear the iniquity of the house of Israel.
5 καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ
6 And when you have completed them, lie again on your right side; then you shall bear the iniquity of the house of Judah forty days. I have laid on you a day for each year.
6 καὶ συντελέσεις ταῦτα πάντα· καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.
7 “Therefore you shall set your face toward the siege of Jerusalem; your arm shall be uncovered, and you shall prophesy against it.
7 καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ᾿ αὐτήν.
8 And surely I will restrain you so that you cannot turn from one side to another till you have ended the days of your siege.
8 καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. ~
9 “Also take for yourself wheat, barley, beans, lentils, millet, and spelt; put them into one vessel, and make bread of them for yourself. During the number of days that you lie on your side, three hundred and ninety days, you shall eat it.
9 Καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σεαυτῷ εἰς ἄρτους, καὶ κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά.
10 And your food which you eat shall be by weight, twenty shekels a day; from time to time you shall eat it.
10 καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά.
11 You shall also drink water by measure, one-sixth of a hin; from time to time you shall drink.
11 καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ εἴν· ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι.
12 And you shall eat it as barley cakes; and bake it using fuel of human waste in their sight.”
12 καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ᾿ ὀφθαλμοὺς αὐτῶν
13 Then the LORD said, “So shall the children of Israel eat their defiled bread among the Gentiles, where I will drive them.”
13 καὶ ἐρεῖς· τάδε λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ· οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσι.
14 So I said, “Ah, Lord GOD! Indeed I have never defiled myself from my youth till now; I have never eaten what died of itself or was torn by beasts, nor has abominable flesh ever come into my mouth.”
14 καὶ εἶπα· μηδαμῶς, Κύριε Θεὲ τοῦ Ἰσραήλ· ἰδοὺ ἡ ψυχή μου σὺ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον.
15 Then He said to me, “See, I am giving you cow dung instead of human waste, and you shall prepare your bread over it.”
15 καὶ εἶπε πρός με· ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ᾿ αὐτῶν.
16 Moreover He said to me, “Son of man, surely I will cut off the supply of bread in Jerusalem; they shall eat bread by weight and with anxiety, and shall drink water by measure and with dread,
16 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται,
17 that they may lack bread and water, and be dismayed with one another, and waste away because of their iniquity.
17 ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.
NKJV translation