en
Old Testament
1 The hand of the LORD came upon me and brought me out in the Spirit of the LORD, and set me down in the midst of the valley; and it was full of bones.
1 ΚΑΙ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων·
2 Then He caused me to pass by them all around, and behold, there were very many in the open valley; and indeed they were very dry.
2 καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα.
3 And He said to me, “Son of man, can these bones live?” So I answered, “O Lord GOD, You know.”
3 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα.
4 Again He said to me, “Prophesy to these bones, and say to them, ‘O dry bones, hear the word of the LORD!
4 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου.
5 Thus says the Lord GOD to these bones: “Surely I will cause breath to enter into you, and you shall live.
5 τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς
6 I will put sinews on you and bring flesh upon you, cover you with skin and put breath in you; and you shall live. Then you shall know that I am the LORD.” ’ ”
6 καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
7 So I prophesied as I was commanded; and as I prophesied, there was a noise, and suddenly a rattling; and the bones came together, bone to bone.
7 καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.
8 Indeed, as I looked, the sinews and the flesh came upon them, and the skin covered them over; but there was no breath in them.
8 καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ' αὐτοῖς.
9 Also He said to me, “Prophesy to the breath, prophesy, son of man, and say to the breath, ‘Thus says the Lord GOD: “Come from the four winds, O breath, and breathe on these slain, that they may live.” ’ ”
9 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.
10 So I prophesied as He commanded me, and breath came into them, and they lived, and stood upon their feet, an exceedingly great army.
10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.
11 Then He said to me, “Son of man, these bones are the whole house of Israel. They indeed say, ‘Our bones are dry, our hope is lost, and we ourselves are cut off!’
11 καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.
12 Therefore prophesy and say to them, ‘Thus says the Lord GOD: “Behold, O My people, I will open your graves and cause you to come up from your graves, and bring you into the land of Israel.
12 διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ,
13 Then you shall know that I am the LORD, when I have opened your graves, O My people, and brought you up from your graves.
13 καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου.
14 I will put My Spirit in you, and you shall live, and I will place you in your own land. Then you shall know that I, the LORD, have spoken it and performed it,” says the LORD.’ ”
14 καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.
15 Again the word of the LORD came to me, saying,
15 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
16 “As for you, son of man, take a stick for yourself and write on it: ‘For Judah and for the children of Israel, his companions.’ Then take another stick and write on it, ‘For Joseph, the stick of Ephraim, and for all the house of Israel, his companions.’
16 υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ράβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδαν καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ράβδον δευτέραν λήψῃ σεαυτῷ καὶ γράψεις αὐτὴν τῷ Ἰωσήφ, ράβδον Ἐφραὶμ καὶ πάντας τοὺς υἰοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν.
17 Then join them one to another for yourself into one stick, and they will become one in your hand.
17 καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ράβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου.
18 “And when the children of your people speak to you, saying, ‘Will you not show us what you mean by these?’—
18 καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτά σοι;
19 say to them, ‘Thus says the Lord GOD: “Surely I will take the stick of Joseph, which is in the hand of Ephraim, and the tribes of Israel, his companions; and I will join them with it, with the stick of Judah, and make them one stick, and they will be one in My hand.” ’
19 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσήφ, τὴν διὰ χειρὸς Ἐφραίμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ράβδον μίαν τῇ χειρὶ Ἰούδα.
20 And the sticks on which you write will be in your hand before their eyes.
20 καὶ ἔσονται αἱ ράβδοι, ἐφ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν,
21 “Then say to them, ‘Thus says the Lord GOD: “Surely I will take the children of Israel from among the nations, wherever they have gone, and will gather them from every side and bring them into their own land;
21 καὶ ἐρεῖς αὐτοῖς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ·
22 and I will make them one nation in the land, on the mountains of Israel; and one king shall be king over them all; they shall no longer be two nations, nor shall they ever be divided into two kingdoms again.
22 καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,
23 They shall not defile themselves anymore with their idols, nor with their detestable things, nor with any of their transgressions; but I will deliver them from all their dwelling places in which they have sinned, and will cleanse them. Then they shall be My people, and I will be their God.
23 ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ρύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν.
24 “David My servant shall be king over them, and they shall all have one shepherd; they shall also walk in My judgments and observe My statutes, and do them.
24 καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων· ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά.
25 Then they shall dwell in the land that I have given to Jacob My servant, where your fathers dwelt; and they shall dwell there, they, their children, and their children’s children, forever; and My servant David shall be their prince forever.
25 καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακώβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί, καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα.
26 Moreover I will make a covenant of peace with them, and it shall be an everlasting covenant with them; I will establish them and multiply them, and I will set My sanctuary in their midst forevermore.
26 καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
27 My tabernacle also shall be with them; indeed I will be their God, and they shall be My people.
27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοί μου ἔσονται λαός.
28 The nations also will know that I, the LORD, sanctify Israel, when My sanctuary is in their midst forevermore.” ’ ”
28 καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
NKJV translation