en
Old Testament
1 And the word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, prophesy against the shepherds of Israel, prophesy and say to them, ‘Thus says the Lord GOD to the shepherds: “Woe to the shepherds of Israel who feed themselves! Should not the shepherds feed the flocks?
2 υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ, προφήτευσον καὶ εἰπὸν τοῖς ποιμέσι· τάδε λέγει Κύριος Κύριος· ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;
3 You eat the fat and clothe yourselves with the wool; you slaughter the fatlings, but you do not feed the flock.
3 ἰδοὺ τὸ γάλα κατέσθετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε.
4 The weak you have not strengthened, nor have you healed those who were sick, nor bound up the broken, nor brought back what was driven away, nor sought what was lost; but with force and cruelty you have ruled them.
4 τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατηργάσασθε μόχθῳ.
5 So they were scattered because there was no shepherd; and they became food for all the beasts of the field when they were scattered.
5 καὶ διεσπάρη τά πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ.
6 My sheep wandered through all the mountains, and on every high hill; yes, My flock was scattered over the whole face of the earth, and no one was seeking or searching for them.”
6 καὶ διεσπάρη τά πρόβατά μου ἐν παντὶ ὄρει καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων.
7 ‘Therefore, you shepherds, hear the word of the LORD:
7 διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον Κυρίου·
8 “As I live,” says the Lord GOD, “surely because My flock became a prey, and My flock became food for every beast of the field, because there was no shepherd, nor did My shepherds search for My flock, but the shepherds fed themselves and did not feed My flock”—
8 ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν,
9 therefore, O shepherds, hear the word of the LORD!
9 ἀντὶ τούτου, ποιμένες,
10 Thus says the Lord GOD: “Behold, I am against the shepherds, and I will require My flock at their hand; I will cause them to cease feeding the sheep, and the shepherds shall feed themselves no more; for I will deliver My flock from their mouths, that they may no longer be food for them.”
10 τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν. καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα.
11 ‘For thus says the Lord GOD: “Indeed I Myself will search for My sheep and seek them out.
11 διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά.
12 As a shepherd seeks out his flock on the day he is among his scattered sheep, so will I seek out My sheep and deliver them from all the places where they were scattered on a cloudy and dark day.
12 ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ, ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τά πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου.
13 And I will bring them out from the peoples and gather them from the countries, and will bring them to their own land; I will feed them on the mountains of Israel, in the valleys and in all the inhabited places of the country.
13 καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ἰσραὴλ καὶ ἐν ταῖς φάραγξι καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς·
14 I will feed them in good pasture, and their fold shall be on the high mountains of Israel. There they shall lie down in a good fold and feed in rich pasture on the mountains of Israel.
14 ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτοὺς καὶ ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ἰσραὴλ ἔσονται αἱ μάνδραι αὐτῶν· ἐκεῖ κοιμηθήσονται καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ.
15 I will feed My flock, and I will make them lie down,” says the Lord GOD.
15 ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. τάδε λέγει Κύριος Κύριος·
16 “I will seek what was lost and bring back what was driven away, bind up the broken and strengthen what was sick; but I will destroy the fat and the strong, and feed them in judgment.”
16 τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλεῖπον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν φυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος.
17 ‘And as for you, O My flock, thus says the Lord GOD: “Behold, I shall judge between sheep and sheep, between rams and goats.
17 καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων.
18 Is it too little for you to have eaten up the good pasture, that you must tread down with your feet the residue of your pasture—and to have drunk of the clear waters, that you must foul the residue with your feet?
18 καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;
19 And as for My flock, they eat what you have trampled with your feet, and they drink what you have fouled with your feet.”
19 καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον;
20 ‘Therefore thus says the Lord GOD to them: “Behold, I Myself will judge between the fat and the lean sheep.
20 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς.
21 Because you have pushed with side and shoulder, butted all the weak ones with your horns, and scattered them abroad,
21 ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε.
22 therefore I will save My flock, and they shall no longer be a prey; and I will judge between sheep and sheep.
22 καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν.
23 I will establish one shepherd over them, and he shall feed them— My servant David. He shall feed them and be their shepherd.
23 καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυίδ, καὶ ἔσται αὐτῶν ποιμήν·
24 And I, the LORD, will be their God, and My servant David a prince among them; I, the LORD, have spoken.
24 καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος ἐλάλησα.
25 “I will make a covenant of peace with them, and cause wild beasts to cease from the land; and they will dwell safely in the wilderness and sleep in the woods.
25 καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.
26 I will make them and the places all around My hill a blessing; and I will cause showers to come down in their season; there shall be showers of blessing.
26 καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας.
27 Then the trees of the field shall yield their fruit, and the earth shall yield her increase. They shall be safe in their land; and they shall know that I am the LORD, when I have broken the bands of their yoke and delivered them from the hand of those who enslaved them.
27 καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς.
28 And they shall no longer be a prey for the nations, nor shall beasts of the land devour them; but they shall dwell safely, and no one shall make them afraid.
28 καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσι, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.
29 I will raise up for them a garden of renown, and they shall no longer be consumed with hunger in the land, nor bear the shame of the Gentiles anymore.
29 καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς καὶ ὀνειδισμὸν ἐθνῶν οὐ μὴ ἐνέγκωσιν ἔτι.
30 Thus they shall know that I, the LORD their God, am with them, and they, the house of Israel, are My people,” says the Lord GOD.’
30 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου, οἶκος Ἰσραήλ, λέγει Κύριος Κύριος.
31 “You are My flock, the flock of My pasture; you are men, and I am your God,” says the Lord GOD.
31 πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Κύριος Κύριος.
NKJV translation