en
Old Testament
1 And it came to pass in the twelfth year, in the twelfth month, on the first day of the month, that the word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, take up a lamentation for Pharaoh king of Egypt, and say to him: ‘You are like a young lion among the nations, And you are like a monster in the seas, Bursting forth in your rivers, Troubling the waters with your feet, And fouling their rivers.
2 υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ· λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου καὶ κατεπάτεις τοὺς ποταμούς σου.
3 ‘Thus says the Lord GOD: “I will therefore spread My net over you with a company of many people, And they will draw you up in My net.
3 τάδε λέγει Κύριος· καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου
4 Then I will leave you on the land; I will cast you out on the open fields, And cause to settle on you all the birds of the heavens. And with you I will fill the beasts of the whole earth.
4 καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σέ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ θηρία πάσης τῆς γῆς,
5 I will lay your flesh on the mountains, And fill the valleys with your carcass.
5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου,
6 “I will also water the land with the flow of your blood, Even to the mountains; And the riverbeds will be full of you.
6 καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων, φάραγγας ἐμπλήσω ἀπὸ σοῦ.
7 When I put out your light, I will cover the heavens, and make its stars dark; I will cover the sun with a cloud, And the moon shall not give her light.
7 καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς·
8 All the bright lights of the heavens I will make dark over you, And bring darkness upon your land,” Says the Lord GOD.
8 πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Κύριος Κύριος.
9 ‘I will also trouble the hearts of many peoples, when I bring your destruction among the nations, into the countries which you have not known.
9 καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν, ἣν οὐκ ἔγνως.
10 Yes, I will make many peoples astonished at you, and their kings shall be horribly afraid of you when I brandish My sword before them; and they shall tremble every moment, every man for his own life, in the day of your fall.
10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ρομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ' ἡμέρας πτώσεώς σου.
11 ‘For thus says the Lord GOD: “The sword of the king of Babylon shall come upon you.
11 ὅτι τάδε λέγει Κύριος Κύριος· ρομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι,
12 By the swords of the mighty warriors, all of them the most terrible of the nations, I will cause your multitude to fall. “They shall plunder the pomp of Egypt, And all its multitude shall be destroyed.
12 ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς.
13 Also I will destroy all its animals From beside its great waters; The foot of man shall muddy them no more, Nor shall the hooves of animals muddy them.
13 καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ' ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό.
14 Then I will make their waters clear, And make their rivers run like oil,” Says the Lord GOD.
14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος.
15 “When I make the land of Egypt desolate, And the country is destitute of all that once filled it, When I strike all who dwell in it, Then they shall know that I am the LORD.
15 ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
16 “This is the lamentation With which they shall lament her; The daughters of the nations shall lament her; They shall lament for her, for Egypt, And for all her multitude,” Says the Lord GOD.’ ”
16 θρῆνός ἐστι καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπ' Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει Κύριος Κύριος.
17 It came to pass also in the twelfth year, on the fifteenth day of the month, that the word of the LORD came to me, saying:
17 καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνός, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
18 “Son of man, wail over the multitude of Egypt, And cast them down to the depths of the earth, Her and the daughters of the famous nations, With those who go down to the Pit:
18 υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον.
19 ‘Whom do you surpass in beauty? Go down, be placed with the uncircumcised.’
19 ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετ' αὐτοῦ,
20 “They shall fall in the midst of those slain by the sword; She is delivered to the sword, Drawing her and all her multitudes.
20 καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ.
21 The strong among the mighty Shall speak to him out of the midst of hell With those who help him: ‘They have gone down, They lie with the uncircumcised, slain by the sword.’
21 καὶ ἐροῦσί σοι οἱ γίγαντες· ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας.
22 “Assyria is there, and all her company, With their graves all around her, All of them slain, fallen by the sword.
22 ἐκεῖ Ἀσσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ,
23 Her graves are set in the recesses of the Pit, And her company is all around her grave, All of them slain, fallen by the sword, Who caused terror in the land of the living.
23 οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.
24 “There is Elam and all her multitude, All around her grave, All of them slain, fallen by the sword, Who have gone down uncircumcised to the lower parts of the earth, Who caused their terror in the land of the living; Now they bear their shame with those who go down to the Pit.
24 ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον
25 They have set her bed in the midst of the slain, With all her multitude, With her graves all around it, All of them uncircumcised, slain by the sword; Though their terror was caused In the land of the living, Yet they bear their shame With those who go down to the Pit; It was put in the midst of the slain.
25 ἐν μέσῳ τραυματιῶν.
26 “There are Meshech and Tubal and all their multitudes, With all their graves around it, All of them uncircumcised, slain by the sword, Though they caused their terror in the land of the living.
26 ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.
27 They do not lie with the mighty Who are fallen of the uncircumcised, Who have gone down to hell with their weapons of war; They have laid their swords under their heads, But their iniquities will be on their bones, Because of the terror of the mighty in the land of the living.
27 καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπ' αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν γίγαντας ἐν γῇ ζωῆς.
28 Yes, you shall be broken in the midst of the uncircumcised, And lie with those slain by the sword.
28 καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ.
29 “There is Edom, Her kings and all her princes, Who despite their might Are laid beside those slain by the sword; They shall lie with the uncircumcised, And with those who go down to the Pit.
29 ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον.
30 There are the princes of the north, All of them, and all the Sidonians, Who have gone down with the slain In shame at the terror which they caused by their might; They lie uncircumcised with those slain by the sword, And bear their shame with those who go down to the Pit.
30 ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ἀσσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον.
31 “Pharaoh will see them And be comforted over all his multitude, Pharaoh and all his army, Slain by the sword,” Says the Lord GOD.
31 ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος.
32 “For I have caused My terror in the land of the living; And he shall be placed in the midst of the uncircumcised With those slain by the sword, Pharaoh and all his multitude,” Says the Lord GOD.
32 ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Κύριος Κύριος.
NKJV translation