en
Old Testament
1 The word of the LORD came to me again, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, prophesy and say, ‘Thus says the Lord GOD: “Wail, ‘Woe to the day!’
2 υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος· ὦ ὦ ἡ ἡμέρα,
3 For the day is near, Even the day of the LORD is near; It will be a day of clouds, the time of the Gentiles.
3 ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα νεφέλης, πέρας ἐθνῶν ἔσται.
4 The sword shall come upon Egypt, And great anguish shall be in Ethiopia, When the slain fall in Egypt, And they take away her wealth, And her foundations are broken down.
4 καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς.
5 “Ethiopia, Libya, Lydia, all the mingled people, Chub, and the men of the lands who are allied, shall fall with them by the sword.”
5 Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.
6 ‘Thus says the LORD: “Those who uphold Egypt shall fall, And the pride of her power shall come down. From Migdol to Syene Those within her shall fall by the sword,” Says the Lord GOD.
6 καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.
7 “They shall be desolate in the midst of the desolate countries, And her cities shall be in the midst of the cities that are laid waste.
7 καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται·
8 Then they will know that I am the LORD, When I have set a fire in Egypt And all her helpers are destroyed.
8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ' Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.
9 On that day messengers shall go forth from Me in ships To make the careless Ethiopians afraid, And great anguish shall come upon them, As on the day of Egypt; For indeed it is coming!”
9 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. ~
10 ‘Thus says the Lord GOD: “I will also make a multitude of Egypt to cease By the hand of Nebuchadnezzar king of Babylon.
10 Τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος,
11 He and his people with him, the most terrible of the nations, Shall be brought to destroy the land; They shall draw their swords against Egypt, And fill the land with the slain.
11 αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.
12 I will make the rivers dry, And sell the land into the hand of the wicked; I will make the land waste, and all that is in it, By the hand of aliens. I, the LORD, have spoken.”
12 καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. ~
13 ‘Thus says the Lord GOD: “I will also destroy the idols, And cause the images to cease from Noph; There shall no longer be princes from the land of Egypt; I will put fear in the land of Egypt.
13 ¨Οτι τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.
14 I will make Pathros desolate, Set fire to Zoan, And execute judgments in No.
14 καὶ ἀπολῶ γῆν Φαθωρῆς καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
15 I will pour My fury on Sin, the strength of Egypt; I will cut off the multitude of No,
15 καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σαὶν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως.
16 And set a fire in Egypt; Sin shall have great pain, No shall be split open, And Noph shall be in distress daily.
16 καὶ δώσω πῦρ ἐπ' Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα.
17 The young men of Aven and Pi Beseth shall fall by the sword, And these cities shall go into captivity.
17 νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται.
18 At Tehaphnehes the day shall also be darkened, When I break the yokes of Egypt there. And her arrogant strength shall cease in her; As for her, a cloud shall cover her, And her daughters shall go into captivity.
18 καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.
19 Thus I will execute judgments on Egypt, Then they shall know that I am the LORD.” ’ ”
19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
20 And it came to pass in the eleventh year, in the first month, on the seventh day of the month, that the word of the LORD came to me, saying,
20 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτω μηνί, ἑβδόμῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
21 “Son of man, I have broken the arm of Pharaoh king of Egypt; and see, it has not been bandaged for healing, nor a splint put on to bind it, to make it strong enough to hold a sword.
21 υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ' αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας.
22 Therefore thus says the Lord GOD: ‘Surely I am against Pharaoh king of Egypt, and will break his arms, both the strong one and the one that was broken; and I will make the sword fall out of his hand.
22 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ
23 I will scatter the Egyptians among the nations, and disperse them throughout the countries.
23 καὶ διασπερῶ Αἴγυπτον εἰς τά ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας·
24 I will strengthen the arms of the king of Babylon and put My sword in his hand; but I will break Pharaoh’s arms, and he will groan before him with the groanings of a mortally wounded man.
24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ρομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τά σκῦλα αὐτῆς.
25 Thus I will strengthen the arms of the king of Babylon, but the arms of Pharaoh shall fall down; they shall know that I am the LORD, when I put My sword into the hand of the king of Babylon and he stretches it out against the land of Egypt.
25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δέ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ρομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου.
26 I will scatter the Egyptians among the nations and disperse them throughout the countries. Then they shall know that I am the LORD.’ ”
26 καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος.
NKJV translation