en
Old Testament
1 Moreover He said to me, “Son of man, eat what you find; eat this scroll, and go, speak to the house of Israel.”
1 ΚΑΙ εἶπε πρός με· υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ.
2 So I opened my mouth, and He caused me to eat that scroll.
2 καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώμισέ με τὴν κεφαλίδα
3 And He said to me, “Son of man, feed your belly, and fill your stomach with this scroll that I give you.” So I ate, and it was in my mouth like honey in sweetness.
3 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ. καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον.
4 Then He said to me: “Son of man, go to the house of Israel and speak with My words to them.
4 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, βάδιζε καὶ εἴσελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς·
5 For you are not sent to a people of unfamiliar speech and of hard language, but to the house of Israel,
5 διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ,
6 not to many people of unfamiliar speech and of hard language, whose words you cannot understand. Surely, had I sent you to them, they would have listened to you.
6 οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου.
7 But the house of Israel will not listen to you, because they will not listen to Me; for all the house of Israel are impudent and hard-hearted.
7 ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι.
8 Behold, I have made your face strong against their faces, and your forehead strong against their foreheads.
8 καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν καὶ τὸ νῖκός σου κατισχύσω κατέναντι τοῦ νίκους αὐτῶν,
9 Like adamant stone, harder than flint, I have made your forehead; do not be afraid of them, nor be dismayed at their looks, though they are a rebellious house.”
9 καὶ ἔσται διαπαντὸς κραταιότερον πέτρας. μὴ φοβηθῇς ἀπ ᾿ αὐτῶν μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί.
10 Moreover He said to me: “Son of man, receive into your heart all My words that I speak to you, and hear with your ears.
10 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσί σου ἄκουε,
11 And go, get to the captives, to the children of your people, and speak to them and tell them, ‘Thus says the Lord GOD,’ whether they hear, or whether they refuse.”
11 καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσι.
12 Then the Spirit lifted me up, and I heard behind me a great thunderous voice: “Blessed is the glory of the LORD from His place!”
12 καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου· εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.
13 I also heard the noise of the wings of the living creatures that touched one another, and the noise of the wheels beside them, and a great thunderous noise.
13 καὶ εἶδον φωνὴν τῶν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ φωνὴ τοῦ σεισμοῦ.
14 So the Spirit lifted me up and took me away, and I went in bitterness, in the heat of my spirit; but the hand of the LORD was strong upon me.
14 καὶ τὸ πνεῦμα ἐξῇρέ με καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ᾿ ἐμὲ κραταιά.
15 Then I came to the captives at Tel Abib, who dwelt by the River Chebar; and I sat where they sat, and remained there astonished among them seven days.
15 καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.
16 Now it came to pass at the end of seven days that the word of the LORD came to me, saying,
16 Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρός με λέγων·
17 “Son of man, I have made you a watchman for the house of Israel; therefore hear a word from My mouth, and give them warning from Me:
17 υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαπειλήσῃ αὐτοῖς παρ᾿ ἐμοῦ.
18 When I say to the wicked, ‘You shall surely die,’ and you give him no warning, nor speak to warn the wicked from his wicked way, to save his life, that same wicked man shall die in his iniquity; but his blood I will require at your hand.
18 ἐν τῷ λέγειν με τῷ ἀνόμῳ· θανάτῳ θανατωθήσῃ, καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν, ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
19 Yet, if you warn the wicked, and he does not turn from his wickedness, nor from his wicked way, he shall die in his iniquity; but you have delivered your soul.
19 καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ρύσῃ.
20 “Again, when a righteous man turns from his righteousness and commits iniquity, and I lay a stumbling block before him, he shall die; because you did not give him warning, he shall die in his sin, and his righteousness which he has done shall not be remembered; but his blood I will require at your hand.
20 καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσει παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησε, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
21 Nevertheless if you warn the righteous man that the righteous should not sin, and he does not sin, he shall surely live because he took warning; also you will have delivered your soul.”
21 σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ρύσῃ.
22 Then the hand of the LORD was upon me there, and He said to me, “Arise, go out into the plain, and there I shall talk with you.”
22 Καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, καὶ εἶπε πρός με· ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρός σε.
23 So I arose and went out into the plain, and behold, the glory of the LORD stood there, like the glory which I saw by the River Chebar; and I fell on my face.
23 καὶ ἀνέστην καὶ ἐξῆλθον πρὸς τὸ πεδίον, καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα Κυρίου, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
24 Then the Spirit entered me and set me on my feet, and spoke with me and said to me: “Go, shut yourself inside your house.
24 καὶ ἦλθεν ἐπ᾿ ἐμὲ πνεῦμα καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἐλάλησε πρός με καὶ εἶπέ μοι· εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου.
25 And you, O son of man, surely they will put ropes on you and bind you with them, so that you cannot go out among them.
25 καὶ σύ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν.
26 I will make your tongue cling to the roof of your mouth, so that you shall be mute and not be one to rebuke them, for they are a rebellious house.
26 καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί.
27 But when I speak with you, I will open your mouth, and you shall say to them, ‘Thus says the Lord GOD.’ He who hears, let him hear; and he who refuses, let him refuse; for they are a rebellious house.
27 καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθήτω, διότι οἶκος παραπικραίνων ἐστί.
NKJV translation