en
Old Testament
1 In the tenth year, in the tenth month, on the twelfth day of the month, the word of the LORD came to me, saying,
1 ΕΝ τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, set your face against Pharaoh king of Egypt, and prophesy against him, and against all Egypt.
2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην
3 Speak, and say, ‘Thus says the Lord GOD: “Behold, I am against you, O Pharaoh king of Egypt, O great monster who lies in the midst of his rivers, Who has said, ‘My River is my own; I have made it for myself.’
3 καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα· ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.
4 But I will put hooks in your jaws, And cause the fish of your rivers to stick to your scales; I will bring you up out of the midst of your rivers, And all the fish in your rivers will stick to your scales.
4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου·
5 I will leave you in the wilderness, You and all the fish of your rivers; You shall fall on the open field; You shall not be picked up or gathered. I have given you as food To the beasts of the field And to the birds of the heavens.
5 καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·
6 “Then all the inhabitants of Egypt Shall know that I am the LORD, Because they have been a staff of reed to the house of Israel.
6 καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ' ὧν ἐγενήθης ράβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ.
7 When they took hold of you with the hand, You broke and tore all their shoulders; When they leaned on you, You broke and made all their backs quiver.”
7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.
8 ‘Therefore thus says the Lord GOD: “Surely I will bring a sword upon you and cut off from you man and beast.
8 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ρομφαίαν καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη·
9 And the land of Egypt shall become desolate and waste; then they will know that I am the LORD, because he said, ‘The River is mine, and I have made it.’
9 καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε· οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτούς.
10 Indeed, therefore, I am against you and against your rivers, and I will make the land of Egypt utterly waste and desolate, from Migdol to Syene, as far as the border of Ethiopia.
10 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ρομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων.
11 Neither foot of man shall pass through it nor foot of beast pass through it, and it shall be uninhabited forty years.
11 οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη.
12 I will make the land of Egypt desolate in the midst of the countries that are desolate; and among the cities that are laid waste, her cities shall be desolate forty years; and I will scatter the Egyptians among the nations and disperse them throughout the countries.”
12 καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.
13 ‘Yet, thus says the Lord GOD: “At the end of forty years I will gather the Egyptians from the peoples among whom they were scattered.
13 τάδε λέγει Κύριος· μετὰ τεσσαράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ,
14 I will bring back the captives of Egypt and cause them to return to the land of Pathros, to the land of their origin, and there they shall be a lowly kingdom.
14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ, ὅθεν ἐλήφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ
15 It shall be the lowliest of kingdoms; it shall never again exalt itself above the nations, for I will diminish them so that they will not rule over the nations anymore.
15 παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι.
16 No longer shall it be the confidence of the house of Israel, but will remind them of their iniquity when they turned to follow them. Then they shall know that I am the Lord GOD.” ’ ”
16 καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
17 And it came to pass in the twenty-seventh year, in the first month, on the first day of the month, that the word of the LORD came to me, saying,
17 καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
18 “Son of man, Nebuchadnezzar king of Babylon caused his army to labor strenuously against Tyre; every head was made bald, and every shoulder rubbed raw; yet neither he nor his army received wages from Tyre, for the labor which they expended on it.
18 υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν.
19 Therefore thus says the Lord GOD: ‘Surely I will give the land of Egypt to Nebuchadnezzar king of Babylon; he shall take away her wealth, carry off her spoil, and remove her pillage; and that will be the wages for his army.
19 τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ·
20 I have given him the land of Egypt for his labor, because they worked for Me,’ says the Lord GOD.
20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει Κύριος Κύριος·
21 ‘In that day I will cause the horn of the house of Israel to spring forth, and I will open your mouth to speak in their midst. Then they shall know that I am the LORD.’ ”
21 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
NKJV translation