en
Old Testament
1 The word of the LORD came to me again, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, say to the prince of Tyre, ‘Thus says the Lord GOD: “Because your heart is lifted up, And you say, ‘I am a god, I sit in the seat of gods, In the midst of the seas,’ Yet you are a man, and not a god, Though you set your heart as the heart of a god
2 καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ.
3 (Behold, you are wiser than Daniel! There is no secret that can be hidden from you!
3 μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν;
4 With your wisdom and your understanding You have gained riches for yourself, And gathered gold and silver into your treasuries;
4 μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου;
5 By your great wisdom in trade you have increased your riches, And your heart is lifted up because of your riches),”
5 ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.
6 ‘Therefore thus says the Lord GOD: “Because you have set your heart as the heart of a god,
6 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ,
7 Behold, therefore, I will bring strangers against you, The most terrible of the nations; And they shall draw their swords against the beauty of your wisdom, And defile your splendor.
7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν·
8 They shall throw you down into the Pit, And you shall die the death of the slain In the midst of the seas.
8 καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης.
9 “Will you still say before him who slays you, ‘I am a god’? But you shall be a man, and not a god, In the hand of him who slays you.
9 μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός.
10 You shall die the death of the uncircumcised By the hand of aliens; For I have spoken,” says the Lord GOD.’ ”
10 ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. ~
11 Moreover the word of the LORD came to me, saying,
11 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
12 “Son of man, take up a lamentation for the king of Tyre, and say to him, ‘Thus says the Lord GOD: “You were the seal of perfection, Full of wisdom and perfect in beauty.
12 υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους
13 You were in Eden, the garden of God; Every precious stone was your covering: The sardius, topaz, and diamond, Beryl, onyx, and jasper, Sapphire, turquoise, and emerald with gold. The workmanship of your timbrels and pipes Was prepared for you on the day you were created.
13 ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ
14 “You were the anointed cherub who covers; I established you; You were on the holy mountain of God; You walked back and forth in the midst of fiery stones.
14 ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.
15 You were perfect in your ways from the day you were created, Till iniquity was found in you.
15 ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.
16 “By the abundance of your trading You became filled with violence within, And you sinned; Therefore I cast you as a profane thing Out of the mountain of God; And I destroyed you, O covering cherub, From the midst of the fiery stones.
16 ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων.
17 “Your heart was lifted up because of your beauty; You corrupted your wisdom for the sake of your splendor; I cast you to the ground, I laid you before kings, That they might gaze at you.
17 ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.
18 “You defiled your sanctuaries By the multitude of your iniquities, By the iniquity of your trading; Therefore I brought fire from your midst; It devoured you, And I turned you to ashes upon the earth In the sight of all who saw you.
18 διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.
19 All who knew you among the peoples are astonished at you; You have become a horror, And shall be no more forever.” ’ ”
19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.
20 Then the word of the LORD came to me, saying,
20 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
21 “Son of man, set your face toward Sidon, and prophesy against her,
21 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν
22 and say, ‘Thus says the Lord GOD: “Behold, I am against you, O Sidon; I will be glorified in your midst; And they shall know that I am the LORD, When I execute judgments in her and am hallowed in her.
22 καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί.
23 For I will send pestilence upon her, And blood in her streets; The wounded shall be judged in her midst By the sword against her on every side; Then they shall know that I am the LORD.
23 αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος. ~
24 “And there shall no longer be a pricking brier or a painful thorn for the house of Israel from among all who are around them, who despise them. Then they shall know that I am the Lord GOD.”
24 Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
25 ‘Thus says the Lord GOD: “When I have gathered the house of Israel from the peoples among whom they are scattered, and am hallowed in them in the sight of the Gentiles, then they will dwell in their own land which I gave to My servant Jacob.
25 τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν·
26 And they will dwell safely there, build houses, and plant vineyards; yes, they will dwell securely, when I execute judgments on all those around them who despise them. Then they shall know that I am the LORD their God.” ’ ”
26 καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.
NKJV translation