en
Old Testament
1 The word of the LORD came again to me, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Now, son of man, take up a lamentation for Tyre,
2 καὶ σὺ υἱὲ ἀνθρώπου, λαβὲ ἐπὶ Σὸρ θρῆνον
3 and say to Tyre, ‘You who are situated at the entrance of the sea, merchant of the peoples on many coastlands, thus says the Lord GOD: “O Tyre, you have said, ‘I am perfect in beauty.’
3 καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν· τάδε λέγει Κύριος τῇ Σόρ· σὺ εἶπας· ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου.
4 Your borders are in the midst of the seas. Your builders have perfected your beauty.
4 ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος.
5 They made all your planks of fir trees from Senir; They took a cedar from Lebanon to make you a mast.
5 κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους·
6 Of oaks from Bashan they made your oars; The company of Ashurites have inlaid your planks With ivory from the coasts of Cyprus.
6 ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ.
7 Fine embroidered linen from Egypt was what you spread for your sail; Blue and purple from the coasts of Elishah was what covered you.
7 βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαὶ καὶ ἐγένετο περιβόλαιά σου.
8 “Inhabitants of Sidon and Arvad were your oarsmen; Your wise men, O Tyre, were in you; They became your pilots.
8 καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου.
9 Elders of Gebal and its wise men Were in you to caulk your seams; All the ships of the sea And their oarsmen were in you To market your merchandise.
9 οἱ πρεσβύτεροι βιβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.
10 “Those from Persia, Lydia, and Libya Were in your army as men of war; They hung shield and helmet in you; They gave splendor to you.
10 Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου.
11 Men of Arvad with your army were on your walls all around, And the men of Gammad were in your towers; They hung their shields on your walls all around; They made your beauty perfect.
11 υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος.
12 “Tarshish was your merchant because of your many luxury goods. They gave you silver, iron, tin, and lead for your goods.
12 Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου.
13 Javan, Tubal, and Meshech were your traders. They bartered human lives and vessels of bronze for your merchandise.
13 ἡ Ἑλλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου.
14 Those from the house of Togarmah traded for your wares with horses, steeds, and mules.
14 ἐξ οἴκου Θεργαμὰ ἵππους καὶ ἱππεῖς ἔδωκαν τὴν ἀγοράν σου.
15 The men of Dedan were your traders; many isles were the market of your hand. They brought you ivory tusks and ebony as payment.
15 υἱοὶ Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου,
16 Syria was your merchant because of the abundance of goods you made. They gave you for your wares emeralds, purple, embroidery, fine linen, corals, and rubies.
16 ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμείκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσίς, καὶ Ραμὸθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου.
17 Judah and the land of Israel were your traders. They traded for your merchandise wheat of Minnith, millet, honey, oil, and balm.
17 Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραήλ, οὗτοι ἔμποροί σου ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ρητίνην ἔδωκαν εἰς τὸν σύμμεικτόν σου.
18 Damascus was your merchant because of the abundance of goods you made, because of your many luxury items, with the wine of Helbon and with white wool.
18 Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν.
19 Dan and Javan paid for your wares, traversing back and forth. Wrought iron, cassia, and cane were among your merchandise.
19 ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμείκτῳ σού ἐστι.
20 Dedan was your merchant in saddlecloths for riding.
20 Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα.
21 Arabia and all the princes of Kedar were your regular merchants. They traded with you in lambs, rams, and goats.
21 ἠ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διά χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε.
22 The merchants of Sheba and Raamah were your merchants. They traded for your wares the choicest spices, all kinds of precious stones, and gold.
22 ἔμποροι Σαββὰ καὶ Ραγμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου.
23 Haran, Canneh, Eden, the merchants of Sheba, Assyria, and Chilmad were your merchants.
23 Χαρρὰν καὶ Χαννά, οὗτοι ἔμποροί σου· Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου
24 These were your merchants in choice items—in purple clothes, in embroidered garments, in chests of multicolored apparel, in sturdy woven cords, which were in your marketplace.
24 φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρύσσινα.
25 “The ships of Tarshish were carriers of your merchandise. You were filled and very glorious in the midst of the seas.
25 πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει, ἐν τῷ συμμείκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.
26 Your oarsmen brought you into many waters, But the east wind broke you in the midst of the seas.
26 ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης.
27 “Your riches, wares, and merchandise, Your mariners and pilots, Your caulkers and merchandisers, All your men of war who are in you, And the entire company which is in your midst, Will fall into the midst of the seas on the day of your ruin.
27 ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμείκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμεικτοί σου ἐκ τῶν συμμείκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου.
28 The common-land will shake at the sound of the cry of your pilots.
28 πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται,
29 “All who handle the oar, The mariners, All the pilots of the sea Will come down from their ships and stand on the shore.
29 καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται
30 They will make their voice heard because of you; They will cry bitterly and cast dust on their heads; They will roll about in ashes;
30 καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ σποδὸν ὑποστρώσονται.
31 They will shave themselves completely bald because of you, Gird themselves with sackcloth, And weep for you With bitterness of heart and bitter wailing.
32 καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι·
32 In their wailing for you They will take up a lamentation, And lament for you: ‘What city is like Tyre, Destroyed in the midst of the sea?
33 πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμείκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς.
33 ‘When your wares went out by sea, You satisfied many people; You enriched the kings of the earth With your many luxury goods and your merchandise.
34 νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμεικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου
34 But you are broken by the seas in the depths of the waters; Your merchandise and the entire company will fall in your midst.
35 ἔπεσον, πάντες οἱ κωπηλάται σου. πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν.
35 All the inhabitants of the isles will be astonished at you; Their kings will be greatly afraid, And their countenance will be troubled.
36 ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.
36 The merchants among the peoples will hiss at you; You will become a horror, and be no more forever.’ ” ’ ”
NKJV translation