en
Old Testament
1 And it came to pass in the eleventh year, on the first day of the month, that the word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, because Tyre has said against Jerusalem, ‘Aha! She is broken who was the gateway of the peoples; now she is turned over to me; I shall be filled; she is laid waste.’
2 υἱὲ ἀνθρώπου, ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλήμ· εὖγε, συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρός με, ἡ πλήρης ἠρήμωται,
3 “Therefore thus says the Lord GOD: ‘Behold, I am against you, O Tyre, and will cause many nations to come up against you, as the sea causes its waves to come up.
3 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σόρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς.
4 And they shall destroy the walls of Tyre and break down her towers; I will also scrape her dust from her, and make her like the top of a rock.
4 καὶ καταβαλοῦσι τὰ τείχη Σὸρ καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν.
5 It shall be a place for spreading nets in the midst of the sea, for I have spoken,’ says the Lord GOD; ‘it shall become plunder for the nations.
5 ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι.
6 Also her daughter villages which are in the fields shall be slain by the sword. Then they shall know that I am the LORD.’
6 καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
7 “For thus says the Lord GOD: ‘Behold, I will bring against Tyre from the north Nebuchadnezzar king of Babylon, king of kings, with horses, with chariots, and with horsemen, and an army with many people.
7 ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σόρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ (βασιλεὺς βασιλέων ἐστί) μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα.
8 He will slay with the sword your daughter villages in the fields; he will heap up a siege mound against you, build a wall against you, and raise a defense against you.
8 οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει·
9 He will direct his battering rams against your walls, and with his axes he will break down your towers.
9 τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ.
10 Because of the abundance of his horses, their dust will cover you; your walls will shake at the noise of the horsemen, the wagons, and the chariots, when he enters your gates, as men enter a city that has been breached.
10 ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου.
11 With the hooves of his horses he will trample all your streets; he will slay your people by the sword, and your strong pillars will fall to the ground.
11 ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσί σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει.
12 They will plunder your riches and pillage your merchandise; they will break down your walls and destroy your pleasant houses; they will lay your stones, your timber, and your soil in the midst of the water.
12 καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ τὰ τείχη σου καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ.
13 I will put an end to the sound of your songs, and the sound of your harps shall be heard no more.
13 καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι.
14 I will make you like the top of a rock; you shall be a place for spreading nets, and you shall never be rebuilt, for I the LORD have spoken,’ says the Lord GOD.
14 καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος.
15 “Thus says the Lord GOD to Tyre: ‘Will the coastlands not shake at the sound of your fall, when the wounded cry, when slaughter is made in the midst of you?
15 διότι τάδε λέγει Κύριος Κύριος τῇ Σόρ· οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι;
16 Then all the princes of the sea will come down from their thrones, lay aside their robes, and take off their embroidered garments; they will clothe themselves with trembling; they will sit on the ground, tremble every moment, and be astonished at you.
16 καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται. ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ·
17 And they will take up a lamentation for you, and say to you: “How you have perished, O one inhabited by seafaring men, O renowned city, Who was strong at sea, She and her inhabitants, Who caused their terror to be on all her inhabitants!
17 καὶ λήψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσί σοι· πῶς κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετή, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν;
18 Now the coastlands tremble on the day of your fall; Yes, the coastlands by the sea are troubled at your departure.” ’
18 καὶ φοβηθήσονται αἱ νῆσοι ἀπὸ ἡμέρας πτώσεώς σου·
19 “For thus says the Lord GOD: ‘When I make you a desolate city, like cities that are not inhabited, when I bring the deep upon you, and great waters cover you,
19 ὅτι τάδε λέγει Κύριος Κύριος· ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικισθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψει σε ὕδωρ πολύ,
20 then I will bring you down with those who descend into the Pit, to the people of old, and I will make you dwell in the lowest part of the earth, in places desolate from antiquity, with those who go down to the Pit, so that you may never be inhabited; and I shall establish glory in the land of the living.
20 καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς.
21 I will make you a terror, and you shall be no more; though you are sought for, you will never be found again,’ says the Lord GOD.”
21 ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος.
NKJV translation