en
Old Testament
1 The word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, set your face against the Ammonites, and prophesy against them.
2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς
3 Say to the Ammonites, ‘Hear the word of the Lord GOD! Thus says the Lord GOD: “Because you said, ‘Aha!’ against My sanctuary when it was profaned, and against the land of Israel when it was desolate, and against the house of Judah when they went into captivity,
3 καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
4 indeed, therefore, I will deliver you as a possession to the men of the East, and they shall set their encampments among you and make their dwellings among you; they shall eat your fruit, and they shall drink your milk.
4 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.
5 And I will make Rabbah a stable for camels and Ammon a resting place for flocks. Then you shall know that I am the LORD.”
5 καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
6 ‘For thus says the Lord GOD: “Because you clapped your hands, stamped your feet, and rejoiced in heart with all your disdain for the land of Israel,
6 διότι τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ,
7 indeed, therefore, I will stretch out My hand against you, and give you as plunder to the nations; I will cut you off from the peoples, and I will cause you to perish from the countries; I will destroy you, and you shall know that I am the LORD.”
7 διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος. ~
8 ‘Thus says the Lord GOD: “Because Moab and Seir say, ‘Look! The house of Judah is like all the nations,’
8 Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ἰσραὴλ καὶ Ἰούδα,
9 therefore, behold, I will clear the territory of Moab of cities, of the cities on its frontier, the glory of the country, Beth Jeshimoth, Baal Meon, and Kirjathaim.
9 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ἀσιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας.
10 To the men of the East I will give it as a possession, together with the Ammonites, that the Ammonites may not be remembered among the nations.
10 τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Ἀμμών·
11 And I will execute judgments upon Moab, and they shall know that I am the LORD.”
11 καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. ~
12 ‘Thus says the Lord GOD: “Because of what Edom did against the house of Judah by taking vengeance, and has greatly offended by avenging itself on them,”
12 Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην,
13 therefore thus says the Lord GOD: “I will also stretch out My hand against Edom, cut off man and beast from it, and make it desolate from Teman; Dedan shall fall by the sword.
13 διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται.
14 I will lay My vengeance on Edom by the hand of My people Israel, that they may do in Edom according to My anger and according to My fury; and they shall know My vengeance,” says the Lord GOD.
14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραήλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος. ~
15 ‘Thus says the Lord GOD: “Because the Philistines dealt vengefully and took vengeance with a spiteful heart, to destroy because of the old hatred,”
15 Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός,
16 therefore thus says the Lord GOD: “I will stretch out My hand against the Philistines, and I will cut off the Cherethites and destroy the remnant of the seacoast.
16 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
17 I will execute great vengeance on them with furious rebukes; and they shall know that I am the LORD, when I lay My vengeance upon them.” ’ ”
17 καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.
NKJV translation