en
Old Testament
1 The word of the LORD came again to me, saying:
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, there were two women, The daughters of one mother.
2 υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς
3 They committed harlotry in Egypt, They committed harlotry in their youth; Their breasts were there embraced, Their virgin bosom was there pressed.
3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.
4 Their names: Oholah the elder and Oholibah her sister; They were Mine, And they bore sons and daughters. As for their names, Samaria is Oholah, and Jerusalem is Oholibah.
4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὀολὰ ἡ πρεσβυτέρα καὶ Ὀολιβὰ ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἦν Ὀολὰ καὶ Ἱερουσαλὴμ ἦν Ὀολιβά.
5 “Oholah played the harlot even though she was Mine; And she lusted for her lovers, the neighboring Assyrians,
5 καὶ ἐξεπόρνευσεν ἡ Ὀολὰ ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,
6 Who were clothed in purple, Captains and rulers, All of them desirable young men, Horsemen riding on horses.
6 ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ' ἵππων.
7 Thus she committed her harlotry with them, All of them choice men of Assyria; And with all for whom she lusted, With all their idols, she defiled herself.
7 καὶ ἔδωκε τὴν πορνείαν αὐτῆς ἐπ' αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτοῖς ἐμιαίνετο.
8 She has never given up her harlotry brought from Egypt, For in her youth they had lain with her, Pressed her virgin bosom, And poured out their immorality upon her.
8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν.
9 “Therefore I have delivered her Into the hand of her lovers, Into the hand of the Assyrians, For whom she lusted.
9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ' οὓς ἐπετίθετο.
10 They uncovered her nakedness, Took away her sons and daughters, And slew her with the sword; She became a byword among women, For they had executed judgment on her.
10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ρομφαίᾳ ἀπέκτειναν. καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας. ~
11 “Now although her sister Oholibah saw this, she became more corrupt in her lust than she, and in her harlotry more corrupt than her sister’s harlotry.
11 Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀολιβὰ καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς.
12 “She lusted for the neighboring Assyrians, Captains and rulers, Clothed most gorgeously, Horsemen riding on horses, All of them desirable young men.
12 ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.
13 Then I saw that she was defiled; Both took the same way.
13 καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο.
14 But she increased her harlotry; She looked at men portrayed on the wall, Images of Chaldeans portrayed in vermilion,
14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι,
15 Girded with belts around their waists, Flowing turbans on their heads, All of them looking like captains, In the manner of the Babylonians of Chaldea, The land of their nativity.
15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτῶν,
16 As soon as her eyes saw them, She lusted for them And sent messengers to them in Chaldea.
16 καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.
17 “Then the Babylonians came to her, into the bed of love, And they defiled her with their immorality; So she was defiled by them, and alienated herself from them.
17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν.
18 She revealed her harlotry and uncovered her nakedness. Then I alienated Myself from her, As I had alienated Myself from her sister.
18 καί ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
19 “Yet she multiplied her harlotry In calling to remembrance the days of her youth, When she had played the harlot in the land of Egypt.
19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,
20 For she lusted for her paramours, Whose flesh is like the flesh of donkeys, And whose issue is like the issue of horses.
20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν.
21 Thus you called to remembrance the lewdness of your youth, When the Egyptians pressed your bosom Because of your youthful breasts.
21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου. ~
22 “Therefore, Oholibah, thus says the Lord GOD: ‘Behold, I will stir up your lovers against you, From whom you have alienated yourself, And I will bring them against you from every side:
22 Διὰ τοῦτο Ὀολιβά, τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,
23 The Babylonians, All the Chaldeans, Pekod, Shoa, Koa, All the Assyrians with them, All of them desirable young men, Governors and rulers, Captains and men of renown, All of them riding on horses.
23 υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺδ καὶ Σουὲ καὶ Κουὲ καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ' αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων·
24 And they shall come against you With chariots, wagons, and war-horses, With a horde of people. They shall array against you Buckler, shield, and helmet all around. ‘I will delegate judgment to them, And they shall judge you according to their judgments.
24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσι φυλακὴν ἐπὶ σὲ κύκλῳ.
25 I will set My jealousy against you, And they shall deal furiously with you; They shall remove your nose and your ears, And your remnant shall fall by the sword; They shall take your sons and your daughters, And your remnant shall be devoured by fire.
25 καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὐτῶν. καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσι καὶ τοὺς καταλοίπους σου ἐν ρομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται.
26 They shall also strip you of your clothes And take away your beautiful jewelry.
26 καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου.
27 ‘Thus I will make you cease your lewdness and your harlotry Brought from the land of Egypt, So that you will not lift your eyes to them, Nor remember Egypt anymore.’
27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτούς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.
28 “For thus says the Lord GOD: ‘Surely I will deliver you into the hand of those you hate, into the hand of those from whom you alienated yourself.
28 διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν.
29 They will deal hatefully with you, take away all you have worked for, and leave you naked and bare. The nakedness of your harlotry shall be uncovered, both your lewdness and your harlotry.
29 καί ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου
30 I will do these things to you because you have gone as a harlot after the Gentiles, because you have become defiled by their idols.
30 ἐποίησε ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
31 You have walked in the way of your sister; therefore I will put her cup in your hand.’
31 ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.
32 “Thus says the Lord GOD: ‘You shall drink of your sister’s cup, The deep and wide one; You shall be laughed to scorn And held in derision; It contains much.
32 τάδε λέγει Κύριος· τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατύ, τὸ πλεονάζον τοῦ συντελέσαι μέθην,
33 You will be filled with drunkenness and sorrow, The cup of horror and desolation, The cup of your sister Samaria.
33 καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας,
34 You shall drink and drain it, You shall break its shards, And tear at your own breasts; For I have spoken,’ Says the Lord GOD.
34 καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος.
35 “Therefore thus says the Lord GOD: ‘Because you have forgotten Me and cast Me behind your back, Therefore you shall bear the penalty Of your lewdness and your harlotry.’ ”
35 διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. ~
36 The LORD also said to me: “Son of man, will you judge Oholah and Oholibah? Then declare to them their abominations.
36 Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβάν, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν;
37 For they have committed adultery, and blood is on their hands. They have committed adultery with their idols, and even sacrificed their sons whom they bore to Me, passing them through the fire, to devour them.
37 ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι' ἐμπύρων.
38 Moreover they have done this to Me: They have defiled My sanctuary on the same day and profaned My Sabbaths.
38 ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν·
39 For after they had slain their children for their idols, on the same day they came into My sanctuary to profane it; and indeed thus they have done in the midst of My house.
39 καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου.
40 “Furthermore you sent for men to come from afar, to whom a messenger was sent; and there they came. And you washed yourself for them, painted your eyes, and adorned yourself with ornaments.
40 καὶ ὅτι τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστειλαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ
41 You sat on a stately couch, with a table prepared before it, on which you had set My incense and My oil.
41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς, καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς.
42 The sound of a carefree multitude was with her, and Sabeans were brought from the wilderness with men of the common sort, who put bracelets on their wrists and beautiful crowns on their heads.
42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου, καὶ ἐδίδοσαν ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
43 Then I said concerning her who had grown old in adulteries, ‘Will they commit harlotry with her now, and she with them?’
43 καὶ εἶπα· οὐκ ἐν τούτοις μοιχεύουσι; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσε.
44 Yet they went in to her, as men go in to a woman who plays the harlot; thus they went in to Oholah and Oholibah, the lewd women.
44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολὰν καὶ πρὸς Ὀολιβὰν τοῦ ποιῆσαι ἀνομίαν.
45 But righteous men will judge them after the manner of adulteresses, and after the manner of women who shed blood, because they are adulteresses, and blood is on their hands.
45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσί, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.
46 “For thus says the Lord GOD: ‘Bring up an assembly against them, give them up to trouble and plunder.
46 τάδε λέγει Κύριος Κύριος· ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν
47 The assembly shall stone them with stones and execute them with their swords; they shall slay their sons and their daughters, and burn their houses with fire.
47 καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσι.
48 Thus I will cause lewdness to cease from the land, that all women may be taught not to practice your lewdness.
48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν.
49 They shall repay you for your lewdness, and you shall pay for your idolatrous sins. Then you shall know that I am the Lord GOD.’ ”
49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.
NKJV translation