en
Old Testament
1 Moreover the word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Now, son of man, will you judge, will you judge the bloody city? Yes, show her all her abominations!
2 καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς
3 Then say, ‘Thus says the Lord GOD: “The city sheds blood in her own midst, that her time may come; and she makes idols within herself to defile herself.
3 καὶ ἐρεῖς· τάδε λέγει Κύριος Κύριος· ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν,
4 You have become guilty by the blood which you have shed, and have defiled yourself with the idols which you have made. You have caused your days to draw near, and have come to the end of your years; therefore I have made you a reproach to the nations, and a mockery to all countries.
4 ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασί σου, οἷς ἐποίεις, ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις
5 Those near and those far from you will mock you as infamous and full of tumult.
5 ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί· ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.
6 “Look, the princes of Israel: each one has used his power to shed blood in you.
6 ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα·
7 In you they have made light of father and mother; in your midst they have oppressed the stranger; in you they have mistreated the fatherless and the widow.
7 πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί·
8 You have despised My holy things and profaned My Sabbaths.
8 καὶ τὰ ἅγιά μου ἐξουθένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί.
9 In you are men who slander to cause bloodshed; in you are those who eat on the mountains; in your midst they commit lewdness.
9 ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.
10 In you men uncover their fathers’ nakedness; in you they violate women who are set apart during their impurity.
10 αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί·
11 One commits abomination with his neighbor’s wife; another lewdly defiles his daughter-in-law; and another in you violates his sister, his father’s daughter.
11 ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί.
12 In you they take bribes to shed blood; you take usury and increase; you have made profit from your neighbors by extortion, and have forgotten Me,” says the Lord GOD.
12 δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος.
13 “Behold, therefore, I beat My fists at the dishonest profit which you have made, and at the bloodshed which has been in your midst.
13 ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ' οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου,
14 Can your heart endure, or can your hands remain strong, in the days when I shall deal with you? I, the LORD, have spoken, and will do it.
14 εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.
15 I will scatter you among the nations, disperse you throughout the countries, and remove your filthiness completely from you.
15 καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ,
16 You shall defile yourself in the sight of the nations; then you shall know that I am the LORD.” ’ ”
16 καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος. ~
17 The word of the LORD came to me, saying,
17 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
18 “Son of man, the house of Israel has become dross to Me; they are all bronze, tin, iron, and lead, in the midst of a furnace; they have become dross from silver.
18 υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστί.
19 Therefore thus says the Lord GOD: ‘Because you have all become dross, therefore behold, I will gather you into the midst of Jerusalem.
19 διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἱερουσαλήμ.
20 As men gather silver, bronze, iron, lead, and tin into the midst of a furnace, to blow fire on it, to melt it; so I will gather you in My anger and in My fury, and I will leave you there and melt you.
20 καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς
21 Yes, I will gather you and blow on you with the fire of My wrath, and you shall be melted in its midst.
21 καὶ ἐκφυσήσω ἐφ' ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς.
22 As silver is melted in the midst of a furnace, so shall you be melted in its midst; then you shall know that I, the LORD, have poured out My fury on you.’ ”
22 ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς. ~
23 And the word of the LORD came to me, saying,
23 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
24 “Son of man, say to her: ‘You are a land that is not cleansed or rained on in the day of indignation.’
24 υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ· σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς·
25 The conspiracy of her prophets in her midst is like a roaring lion tearing the prey; they have devoured people; they have taken treasure and precious things; they have made many widows in her midst.
25 ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου.
26 Her priests have violated My law and profaned My holy things; they have not distinguished between the holy and unholy, nor have they made known the difference between the unclean and the clean; and they have hidden their eyes from My Sabbaths, so that I am profaned among them.
26 καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν.
27 Her princes in her midst are like wolves tearing the prey, to shed blood, to destroy people, and to get dishonest gain.
27 οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι.
28 Her prophets plastered them with untempered mortar, seeing false visions, and divining lies for them, saying, ‘Thus says the Lord GOD,’ when the LORD had not spoken.
28 καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες· τάδε λέγει Κύριος, καὶ Κύριος οὐκ ἐλάλησε.
29 The people of the land have used oppressions, committed robbery, and mistreated the poor and needy; and they wrongfully oppress the stranger.
29 λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος.
30 So I sought for a man among them who would make a wall, and stand in the gap before Me on behalf of the land, that I should not destroy it; but I found no one.
30 καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν τῷ καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον.
31 Therefore I have poured out My indignation on them; I have consumed them with the fire of My wrath; and I have recompensed their deeds on their own heads,” says the Lord GOD.
31 καὶ ἐξέχεα ἐπ' αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος.
NKJV translation