en
Old Testament
1 And the word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, set your face toward Jerusalem, preach against the holy places, and prophesy against the land of Israel;
2 διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ
3 and say to the land of Israel, ‘Thus says the LORD: “Behold, I am against you, and I will draw My sword out of its sheath and cut off both righteous and wicked from you.
3 καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον·
4 Because I will cut off both righteous and wicked from you, therefore My sword shall go out of its sheath against all flesh from south to north,
4 ἀνθ' ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ·
5 that all flesh may know that I, the LORD, have drawn My sword out of its sheath; it shall not return anymore.” ’
5 καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ οὐκ ἀποστρέψει οὐκέτι.
6 Sigh therefore, son of man, with a breaking heart, and sigh with bitterness before their eyes.
6 καὶ σὺ υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν.
7 And it shall be when they say to you, ‘Why are you sighing?’ that you shall answer, ‘Because of the news; when it comes, every heart will melt, all hands will be feeble, every spirit will faint, and all knees will be weak as water. Behold, it is coming and shall be brought to pass,’ says the Lord GOD.”
7 καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς· ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει Κύριος.
8 Again the word of the LORD came to me, saying,
8 καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
9 “Son of man, prophesy and say, ‘Thus says the LORD!’ Say: ‘A sword, a sword is sharpened And also polished!
9 υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς· τάδε λέγει Κύριος· εἰπόν· ρομφαία ρομφαία, ὀξύνου καὶ θυμώθητι,
10 Sharpened to make a dreadful slaughter, Polished to flash like lightning! Should we then make mirth? It despises the scepter of My son, As it does all wood.
10 ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουδένει, ἀπωθοῦ πᾶν ξύλον.
11 And He has given it to be polished, That it may be handled; This sword is sharpened, and it is polished To be given into the hand of the slayer.’
11 καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ρομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος.
12 “Cry and wail, son of man; For it will be against My people, Against all the princes of Israel. Terrors including the sword will be against My people; Therefore strike your thigh.
12 ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου, αὐτὴ ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν ἐπὶ ρομφαίᾳ, ἐγένετο ἐν τῷ λαῷ μου. διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου,
13 “Because it is a testing, And what if the sword despises even the scepter? The scepter shall be no more,” says the Lord GOD.
13 ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη; οὐκ ἔσται, λέγει Κύριος Κύριος.
14 “You therefore, son of man, prophesy, And strike your hands together. The third time let the sword do double damage. It is the sword that slays, The sword that slays the great men, That enters their private chambers.
14 καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ρομφαίαν· ἡ τρίτη ρομφαία τραυματιῶν ἐστι, ρομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς,
15 I have set the point of the sword against all their gates, That the heart may melt and many may stumble. Ah! It is made bright; It is grasped for slaughter:
15 ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ρομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν.
16 “Swords at the ready! Thrust right! Set your blade! Thrust left— Wherever your edge is ordered!
16 καὶ διαπορεύου, ὀξύνου, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται.
17 “I also will beat My fists together, And I will cause My fury to rest; I, the LORD, have spoken.”
17 καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἀναφήσω τόν θυμόν μου· ἐγὼ Κύριος λελάληκα.
18 The word of the LORD came to me again, saying:
18 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
19 “And son of man, appoint for yourself two ways for the sword of the king of Babylon to go; both of them shall go from the same land. Make a sign; put it at the head of the road to the city.
19 καὶ σὺ υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς
20 Appoint a road for the sword to go to Rabbah of the Ammonites, and to Judah, into fortified Jerusalem.
20 τοῦ εἰσελθεῖν ρομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις τοῦ εἰσελθεῖν ρομφαίαν ἐπὶ Ραββὰθ υἱῶν Ἀμμὼν καὶ ἐπὶ τὴν Ἰουδαίαν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐν μέσῳ αὐτῆς.
21 For the king of Babylon stands at the parting of the road, at the fork of the two roads, to use divination: he shakes the arrows, he consults the images, he looks at the liver.
21 διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ράβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ κατασκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ.
22 In his right hand is the divination for Jerusalem: to set up battering rams, to call for a slaughter, to lift the voice with shouting, to set battering rams against the gates, to heap up a siege mound, and to build a wall.
22 ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις.
23 And it will be to them like a false divination in the eyes of those who have sworn oaths with them; but he will bring their iniquity to remembrance, that they may be taken.
23 καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι.
24 “Therefore thus says the Lord GOD: ‘Because you have made your iniquity to be remembered, in that your transgressions are uncovered, so that in all your doings your sins appear—because you have come to remembrance, you shall be taken in hand.
24 διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθ' ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε.
25 ‘Now to you, O profane, wicked prince of Israel, whose day has come, whose iniquity shall end,
25 καὶ σύ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραήλ, οὗ ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας,
26 thus says the Lord GOD: “Remove the turban, and take off the crown; Nothing shall remain the same. Exalt the humble, and humble the exalted.
26 τάδε λέγει Κύριος· ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον· αὕτη οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν καὶ ὕψωσας τὸ ταπεινόν.
27 Overthrown, overthrown, I will make it overthrown! It shall be no longer, Until He comes whose right it is, And I will give it to Him.” ’
27 ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν, οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ. ~
28 “And you, son of man, prophesy and say, ‘Thus says the Lord GOD concerning the Ammonites and concerning their reproach,’ and say: ‘A sword, a sword is drawn, Polished for slaughter, For consuming, for flashing—
28 Καὶ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς· ρομφαία ρομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς
29 While they see false visions for you, While they divine a lie to you, To bring you on the necks of the wicked, the slain Whose day has come, Whose iniquity shall end.
29 ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ὧν ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας.
30 ‘Return it to its sheath. I will judge you In the place where you were created, In the land of your nativity.
30 ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε
31 I will pour out My indignation on you; I will blow against you with the fire of My wrath, And deliver you into the hands of brutal men who are skillful to destroy.
31 καὶ ἐκχεῶ ἐπὶ σέ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν.
32 You shall be fuel for the fire; Your blood shall be in the midst of the land. You shall not be remembered, For I the LORD have spoken.’ ”
32 ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.
NKJV translation