en
Old Testament
1 And He said to me, “Son of man, stand on your feet, and I will speak to you.”
1 ΚΑΙ εἶπε πρός με· υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ.
2 Then the Spirit entered me when He spoke to me, and set me on my feet; and I heard Him who spoke to me.
2 καὶ ἦλθεν ἐπ᾿ ἐμὲ πνεῦμα καὶ ἀνέλαβέ με καὶ ἐξῆρέ με καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με,
3 And He said to me: “Son of man, I am sending you to the children of Israel, to a rebellious nation that has rebelled against Me; they and their fathers have transgressed against Me to this very day.
3 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας,
4 For they are impudent and stubborn children. I am sending you to them, and you shall say to them, ‘Thus says the Lord GOD.’
4 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος·
5 As for them, whether they hear or whether they refuse—for they are a rebellious house—yet they will know that a prophet has been among them.
5 ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι ~διότι οἶκος παραπικραίνων ἐστί~ καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.
6 “And you, son of man, do not be afraid of them nor be afraid of their words, though briers and thorns are with you and you dwell among scorpions; do not be afraid of their words or dismayed by their looks, though they are a rebellious house.
6 καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί.
7 You shall speak My words to them, whether they hear or whether they refuse, for they are rebellious.
7 καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
8 But you, son of man, hear what I say to you. Do not be rebellious like that rebellious house; open your mouth and eat what I give you.”
8 καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρός σέ, μή γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι.
9 Now when I looked, there was a hand stretched out to me; and behold, a scroll of a book was in it.
9 καὶ εἶδον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου·
10 Then He spread it before me; and there was writing on the inside and on the outside, and written on it were lamentations and mourning and woe.
10 καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἦν ἐν αὐτῇ γεγραμμένα τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν, καὶ ἐγέγραπτο ἐπ᾿ αὐτὴν θρῆνος καὶ μέλος καὶ οὐαί.
NKJV translation