en
Old Testament
1 The word of the LORD came to me again, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “What do you mean when you use this proverb concerning the land of Israel, saying: ‘The fathers have eaten sour grapes, And the children’s teeth are set on edge’?
2 υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ἰσραὴλ λέγοντες· οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν;
3 “As I live,” says the Lord GOD, “you shall no longer use this proverb in Israel.
3 ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ·
4 “Behold, all souls are Mine; The soul of the father As well as the soul of the son is Mine; The soul who sins shall die.
4 ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ~
5 But if a man is just And does what is lawful and right;
5 Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην,
6 If he has not eaten on the mountains, Nor lifted up his eyes to the idols of the house of Israel, Nor defiled his neighbor’s wife, Nor approached a woman during her impurity;
6 ἐπὶ τῶν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ἰσραὴλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ
7 If he has not oppressed anyone, But has restored to the debtor his pledge; Has robbed no one by violence, But has given his bread to the hungry And covered the naked with clothing;
7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ
8 If he has not exacted usury Nor taken any increase, But has withdrawn his hand from iniquity And executed true judgment between man and man;
8 καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ
9 If he has walked in My statutes And kept My judgments faithfully— He is just; He shall surely live!” Says the Lord GOD.
9 καὶ τοῖς προστάγμασί μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος. ~
10 “If he begets a son who is a robber Or a shedder of blood, Who does any of these things
10 Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα,
11 And does none of those duties, But has eaten on the mountains Or defiled his neighbor’s wife;
11 ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγε καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανε
12 If he has oppressed the poor and needy, Robbed by violence, Not restored the pledge, Lifted his eyes to the idols, Or committed abomination;
12 καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσε καὶ ἅρπαγμα ἥρπασε καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκε καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκε,
13 If he has exacted usury Or taken increase— Shall he then live? He shall not live! If he has done any of these abominations, He shall surely die; His blood shall be upon him.
13 μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν, οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησε, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἔσται. ~
14 “If, however, he begets a son Who sees all the sins which his father has done, And considers but does not do likewise;
14 Ἐὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ, ἃς ἐποίησε, καὶ φοβηθῇ καὶ μὴ ποιήσῃ κατ᾿ αὐτάς,
15 Who has not eaten on the mountains, Nor lifted his eyes to the idols of the house of Israel, Nor defiled his neighbor’s wife;
15 ἐπὶ τῶν ὀρέων οὐ βέβρωκε καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ἰσραὴλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανε
16 Has not oppressed anyone, Nor withheld a pledge, Nor robbed by violence, But has given his bread to the hungry And covered the naked with clothing;
16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσε καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασε καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκε καὶ γυμνὸν περιέβαλε,
17 Who has withdrawn his hand from the poor And not received usury or increase, But has executed My judgments And walked in My statutes— He shall not die for the iniquity of his father; He shall surely live!
17 καὶ ἀπὸ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβε, δικαιοσύνην ἐποίησε καὶ ἐν τοῖς προστάγμασί μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται.
18 “As for his father, Because he cruelly oppressed, Robbed his brother by violence, And did what is not good among his people, Behold, he shall die for his iniquity.
18 ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ. ~
19 “Yet you say, ‘Why should the son not bear the guilt of the father?’ Because the son has done what is lawful and right, and has kept all My statutes and observed them, he shall surely live.
19 Καὶ ἐρεῖτε· τί ὅτι οὐκ ἔλαβε τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκε, πάντα τὰ νόμιμά μου συνετήρησε καὶ ἐποίησεν αὐτά· ζωῇ ζήσεται.
20 The soul who sins shall die. The son shall not bear the guilt of the father, nor the father bear the guilt of the son. The righteousness of the righteous shall be upon himself, and the wickedness of the wicked shall be upon himself.
20 ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρός, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ· δικαιοσύνη δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται.
21 “But if a wicked man turns from all his sins which he has committed, keeps all My statutes, and does what is lawful and right, he shall surely live; he shall not die.
21 καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ.
22 None of the transgressions which he has committed shall be remembered against him; because of the righteousness which he has done, he shall live.
22 πάντα τὰ παραπτώματα αὐτοῦ, ὅσα ἐποίησεν, οὐ μνησθήσεται, ἐν τῇ δικαιοσύνῃ αὐτοῦ, ᾗ ἐποίησε, ζήσεται.
23 Do I have any pleasure at all that the wicked should die?” says the Lord GOD, “and not that he should turn from his ways and live?
23 μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν;
24 “But when a righteous man turns away from his righteousness and commits iniquity, and does according to all the abominations that the wicked man does, shall he live? All the righteousness which he has done shall not be remembered; because of the unfaithfulness of which he is guilty and the sin which he has committed, because of them he shall die.
24 ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται.
25 “Yet you say, ‘The way of the Lord is not fair.’ Hear now, O house of Israel, is it not My way which is fair, and your ways which are not fair?
25 καὶ εἴπατε· οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου. ἀκούσατε δὴ πᾶς ὁ οἶκος Ἰσραήλ· μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει;
26 When a righteous man turns away from his righteousness, commits iniquity, and dies in it, it is because of the iniquity which he has done that he dies.
26 ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει παράπτωμα καὶ ἀποθάνῃ, ἐν τῷ παραπτώματι, ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται.
27 Again, when a wicked man turns away from the wickedness which he committed, and does what is lawful and right, he preserves himself alive.
27 καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἧς ἐποίησε, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξε
28 Because he considers and turns away from all the transgressions which he committed, he shall surely live; he shall not die.
28 καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησε, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ.
29 Yet the house of Israel says, ‘The way of the Lord is not fair.’ O house of Israel, is it not My ways which are fair, and your ways which are not fair?
29 καὶ λέγουσιν ὁ οἶκος τοῦ Ἰσραήλ· οὐ κατορθοῖ ἡ ὁδὸς Κυρίου. μὴ ἡ ὁδός μου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ;
30 “Therefore I will judge you, O house of Israel, every one according to his ways,” says the Lord GOD. “Repent, and turn from all your transgressions, so that iniquity will not be your ruin.
30 ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγει Κύριος. ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.
31 Cast away from you all the transgressions which you have committed, and get yourselves a new heart and a new spirit. For why should you die, O house of Israel?
31 ἀπορρίψατε ἀφ᾿ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμὲ καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;
32 For I have no pleasure in the death of one who dies,” says the Lord GOD. “Therefore turn and live!”
32 διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος.
NKJV translation