en
Old Testament
1 And the word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, pose a riddle, and speak a parable to the house of Israel,
2 υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ
3 and say, ‘Thus says the Lord GOD: “A great eagle with large wings and long pinions, Full of feathers of various colors, Came to Lebanon And took from the cedar the highest branch.
3 καὶ ἐρεῖς· τάδε λέγει Κύριος· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
4 He cropped off its topmost young twig And carried it to a land of trade; He set it in a city of merchants.
4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.
5 Then he took some of the seed of the land And planted it in a fertile field; He placed it by abundant waters And set it like a willow tree.
5 καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ᾿ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.
6 And it grew and became a spreading vine of low stature; Its branches turned toward him, But its roots were under it. So it became a vine, Brought forth branches, And put forth shoots.
6 καὶ ἀνέτειλε καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ᾿ αὐτὴν καὶ ρίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.
7 “But there was another great eagle with large wings and many feathers; And behold, this vine bent its roots toward him, And stretched its branches toward him, From the garden terrace where it had been planted, That he might water it.
7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ρίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.
8 It was planted in good soil by many waters, To bring forth branches, bear fruit, And become a majestic vine.” ’
8 εἰς πεδίον καλὸν ἐφ᾿ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
9 “Say, ‘Thus says the Lord GOD: “Will it thrive? Will he not pull up its roots, Cut off its fruit, And leave it to wither? All of its spring leaves will wither, And no great power or many people Will be needed to pluck it up by its roots.
9 διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· εἰ κατευθυνεῖ; οὐχὶ αἱ ρίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ριζῶν αὐτῆς·
10 Behold, it is planted, Will it thrive? Will it not utterly wither when the east wind touches it? It will wither in the garden terrace where it grew.” ’ ”
10 καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψασθαι αὐτῆς ἀνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
11 Moreover the word of the LORD came to me, saying,
11 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
12 “Say now to the rebellious house: ‘Do you not know what these things mean?’ Tell them, ‘Indeed the king of Babylon went to Jerusalem and took its king and princes, and led them with him to Babylon.
12 υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν· ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
13 And he took the king’s offspring, made a covenant with him, and put him under oath. He also took away the mighty of the land,
13 καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται
14 that the kingdom might be brought low and not lift itself up, but that by keeping his covenant it might stand.
14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν.
15 But he rebelled against him by sending his ambassadors to Egypt, that they might give him horses and many people. Will he prosper? Will he who does such things escape? Can he break a covenant and still be delivered?
15 καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;
16 ‘As I live,’ says the Lord GOD, ‘surely in the place where the king dwells who made him king, whose oath he despised and whose covenant he broke—with him in the midst of Babylon he shall die.
16 ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσε τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ᾿ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.
17 Nor will Pharaoh with his mighty army and great company do anything in the war, when they heap up a siege mound and build a wall to cut off many persons.
17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.
18 Since he despised the oath by breaking the covenant, and in fact gave his hand and still did all these things, he shall not escape.’ ”
18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται;
19 Therefore thus says the Lord GOD: “As I live, surely My oath which he despised, and My covenant which he broke, I will recompense on his own head.
19 διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ.
20 I will spread My net over him, and he shall be taken in My snare. I will bring him to Babylon and try him there for the treason which he committed against Me.
20 καὶ ἐκπετάσω ἐπ᾿ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.
21 All his fugitives with all his troops shall fall by the sword, and those who remain shall be scattered to every wind; and you shall know that I, the LORD, have spoken.”
21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ρομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα. ~
22 Thus says the Lord GOD: “I will take also one of the highest branches of the high cedar and set it out. I will crop off from the topmost of its young twigs a tender one, and will plant it on a high and prominent mountain.
22 Διότι τάδε λέγει Κύριος· καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ᾿ ὄρος ὑψηλόν·
23 On the mountain height of Israel I will plant it; and it will bring forth boughs, and bear fruit, and be a majestic cedar. Under it will dwell birds of every sort; in the shadow of its branches they will dwell.
23 καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ τῷ Ἰσραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.
24 And all the trees of the field shall know that I, the LORD, have brought down the high tree and exalted the low tree, dried up the green tree and made the dry tree flourish; I, the LORD, have spoken and have done it.”
24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.
NKJV translation