en
Old Testament
1 Again the word of the LORD came to me, saying,
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, cause Jerusalem to know her abominations,
2 υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς
3 and say, ‘Thus says the Lord GOD to Jerusalem: “Your birth and your nativity are from the land of Canaan; your father was an Amorite and your mother a Hittite.
3 καὶ ἐρεῖς· τάδε λέγει Κύριος τῇ Ἱερουσαλήμ· ἡ ρίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν, ὁ πατήρ σου Ἀμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία.
4 As for your nativity, on the day you were born your navel cord was not cut, nor were you washed in water to cleanse you; you were not rubbed with salt nor wrapped in swaddling cloths.
4 καὶ ἡ γένεσίς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησας τοὺς μαστούς σου καί ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης,
5 No eye pitied you, to do any of these things for you, to have compassion on you; but you were thrown out into the open field, when you yourself were loathed on the day you were born.
5 οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί, καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ, ᾗ ἐτέχθης.
6 “And when I passed by you and saw you struggling in your own blood, I said to you in your blood, ‘Live!’ Yes, I said to you in your blood, ‘Live!’
6 καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι· ἐκ τοῦ αἵματός σου ζωή·
7 I made you thrive like a plant in the field; and you grew, matured, and became very beautiful. Your breasts were formed, your hair grew, but you were naked and bare.
7 πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε, σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.
8 “When I passed by you again and looked upon you, indeed your time was the time of love; so I spread My wing over you and covered your nakedness. Yes, I swore an oath to you and entered into a covenant with you, and you became Mine,” says the Lord GOD.
8 καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου· καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος, καὶ ἐγένου μοι.
9 “Then I washed you in water; yes, I thoroughly washed off your blood, and I anointed you with oil.
9 καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ
10 I clothed you in embroidered cloth and gave you sandals of badger skin; I clothed you with fine linen and covered you with silk.
10 καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδυσά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ
11 I adorned you with ornaments, put bracelets on your wrists, and a chain on your neck.
11 καὶ ἐκόσμημά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου
12 And I put a jewel in your nose, earrings in your ears, and a beautiful crown on your head.
12 καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου.
13 Thus you were adorned with gold and silver, and your clothing was of fine linen, silk, and embroidered cloth. You ate pastry of fine flour, honey, and oil. You were exceedingly beautiful, and succeeded to royalty.
13 καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλή σφόδρα.
14 Your fame went out among the nations because of your beauty, for it was perfect through My splendor which I had bestowed on you,” says the Lord GOD.
14 καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι, ᾗ ἔταξα ἐπὶ σέ, λέγει Κύριος. ~
15 “But you trusted in your own beauty, played the harlot because of your fame, and poured out your harlotry on everyone passing by who would have it.
15 Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον, ὃ οὐκ ἔσται.
16 You took some of your garments and adorned multicolored high places for yourself, and played the harlot on them. Such things should not happen, nor be.
16 καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ραπτὰ καὶ ἐξεπόρνευσας ἐπ᾿ αὐτά· καὶ οὐ μὴ εἰσέλθῃς, οὐδὲ μὴ γένηται.
17 You have also taken your beautiful jewelry from My gold and My silver, which I had given you, and made for yourself male images and played the harlot with them.
17 καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς·
18 You took your embroidered garments and covered them, and you set My oil and My incense before them.
18 καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν·
19 Also My food which I gave you—the pastry of fine flour, oil, and honey which I fed you—you set it before them as sweet incense; and so it was,” says the Lord GOD.
19 καὶ τοὺς ἄρτους μου, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμήν εὐωδίας· καὶ ἐγένετο, λέγει Κύριος,
20 “Moreover you took your sons and your daughters, whom you bore to Me, and these you sacrificed to them to be devoured. Were your acts of harlotry a small matter,
20 καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν, ὡς μικρὰ ἐξεπόρνευσας,
21 that you have slain My children and offered them up to them by causing them to pass through the fire?
21 καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς.
22 And in all your abominations and acts of harlotry you did not remember the days of your youth, when you were naked and bare, struggling in your blood.
22 τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας.
23 “Then it was so, after all your wickedness—‘Woe, woe to you!’ says the Lord GOD—
23 καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος,
24 that you also built for yourself a shrine, and made a high place for yourself in every street.
24 καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ
25 You built your high places at the head of every road, and made your beauty to be abhorred. You offered yourself to everyone who passed by, and multiplied your acts of harlotry.
25 καὶ ἐπ᾿ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου·
26 You also committed harlotry with the Egyptians, your very fleshly neighbors, and increased your acts of harlotry to provoke Me to anger.
26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με.
27 “Behold, therefore, I stretched out My hand against you, diminished your allotment, and gave you up to the will of those who hate you, the daughters of the Philistines, who were ashamed of your lewd behavior.
27 ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας.
28 You also played the harlot with the Assyrians, because you were insatiable; indeed you played the harlot with them and still were not satisfied.
28 καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσοὺρ καὶ οὐδ᾿ οὕτως ἐνεπλήσθης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω.
29 Moreover you multiplied your acts of harlotry as far as the land of the trader, Chaldea; and even then you were not satisfied.
29 καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης.
30 “How degenerate is your heart!” says the Lord GOD, “seeing you do all these things, the deeds of a brazen harlot.
30 τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα, ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου·
31 “You erected your shrine at the head of every road, and built your high place in every street. Yet you were not like a harlot, because you scorned payment.
31 τὸ πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα.
32 You are an adulterous wife, who takes strangers instead of her husband.
32 ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα·
33 Men make payment to all harlots, but you made your payments to all your lovers, and hired them to come to you from all around for your harlotry.
33 πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα, καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρός σε κυκλόθεν ἐν τῇ πορνείᾳ σου.
34 You are the opposite of other women in your harlotry, because no one solicited you to be a harlot. In that you gave payment but no payment was given you, therefore you are the opposite.”
34 καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα. ~
35 ‘Now then, O harlot, hear the word of the LORD!
35 Διὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου·
36 Thus says the Lord GOD: “Because your filthiness was poured out and your nakedness uncovered in your harlotry with your lovers, and with all your abominable idols, and because of the blood of your children which you gave to them,
36 τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν ἔδωκας αὐτοῖς.
37 surely, therefore, I will gather all your lovers with whom you took pleasure, all those you loved, and all those you hated; I will gather them from all around against you and will uncover your nakedness to them, that they may see all your nakedness.
37 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας, οὓς ἠγάπησας, σὺν πᾶσιν, οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου·
38 And I will judge you as women who break wedlock or shed blood are judged; I will bring blood upon you in fury and jealousy.
38 καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου.
39 I will also give you into their hand, and they shall throw down your shrines and break down your high places. They shall also strip you of your clothes, take your beautiful jewelry, and leave you naked and bare.
39 καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου καί ἀφήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν.
40 “They shall also bring up an assembly against you, and they shall stone you with stones and thrust you through with their swords.
40 καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσί σε ἐν λίθοις καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὐτῶν.
41 They shall burn your houses with fire, and execute judgments on you in the sight of many women; and I will make you cease playing the harlot, and you shall no longer hire lovers.
41 καὶ ἐμπρήσουσι τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου, καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι.
42 So I will lay to rest My fury toward you, and My jealousy shall depart from you. I will be quiet, and be angry no more.
42 καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι καὶ σὺ μὴ μεριμνήσω οὐκέτι.
43 Because you did not remember the days of your youth, but agitated Me with all these things, surely I will also recompense your deeds on your own head,” says the Lord GOD. “And you shall not commit lewdness in addition to all your abominations.
43 ἀνθ᾿ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.
44 “Indeed everyone who quotes proverbs will use this proverb against you: ‘Like mother, like daughter!’
44 ταῦτά ἐστι πάντα, ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες· καθὼς ἡ μήτηρ,
45 You are your mother’s daughter, loathing husband and children; and you are the sister of your sisters, who loathed their husbands and children; your mother was a Hittite and your father an Amorite.
45 καὶ ἡ θυγάτηρ· θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφοὶ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμορραῖος.
46 “Your elder sister is Samaria, who dwells with her daughters to the north of you; and your younger sister, who dwells to the south of you, is Sodom and her daughters.
46 ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.
47 You did not walk in their ways nor act according to their abominations; but, as if that were too little, you became more corrupt than they in all your ways.
47 καὶ οὐδ᾿ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.
48 “As I live,” says the Lord GOD, “neither your sister Sodom nor her daughters have done as you and your daughters have done.
48 ζῶ ἐγώ, λέγει Κύριος, εἰ πεποίηκε Σόδομα ἡ ἀδελφή σου, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου.
49 Look, this was the iniquity of your sister Sodom: She and her daughter had pride, fullness of food, and abundance of idleness; neither did she strengthen the hand of the poor and needy.
49 πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς. τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο.
50 And they were haughty and committed abomination before Me; therefore I took them away as I saw fit.
50 καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιον ἐμοῦ, καὶ ἐξῇρα αὐτὰς καθὼς εἶδον.
51 “Samaria did not commit half of your sins; but you have multiplied your abominations more than they, and have justified your sisters by all the abominations which you have done.
51 καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτε· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας.
52 You who judged your sisters, bear your own shame also, because the sins which you committed were more abominable than theirs; they are more righteous than you. Yes, be disgraced also, and bear your own shame, because you justified your sisters.
52 καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτάς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.
53 “When I bring back their captives, the captives of Sodom and her daughters, and the captives of Samaria and her daughters, then I will also bring back the captives of your captivity among them,
53 καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν,
54 that you may bear your own shame and be disgraced by all that you did when you comforted them.
54 ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων, ὧν ἐποίησας ἐν τῷ παροργίσαι με.
55 When your sisters, Sodom and her daughters, return to their former state, and Samaria and her daughters return to their former state, then you and your daughters will return to your former state.
55 καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ᾿ ἀρχῆς ἦτε.
56 For your sister Sodom was not a byword in your mouth in the days of your pride,
56 καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου,
57 before your wickedness was uncovered. It was like the time of the reproach of the daughters of Syria and all those around her, and of the daughters of the Philistines, who despise you everywhere.
57 πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς, θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ;
58 You have paid for your lewdness and your abominations,” says the LORD.
58 τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου, σὺ κεκόμισαι αὐτάς, λέγει Κύριος.
59 For thus says the Lord GOD: “I will deal with you as you have done, who despised the oath by breaking the covenant.
59 τάδε λέγει Κύριος· καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου.
60 “Nevertheless I will remember My covenant with you in the days of your youth, and I will establish an everlasting covenant with you.
60 καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον.
61 Then you will remember your ways and be ashamed, when you receive your older and your younger sisters; for I will give them to you for daughters, but not because of My covenant with you.
61 καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου.
62 And I will establish My covenant with you. Then you shall know that I am the LORD,
62 καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Κύριος,
63 that you may remember and be ashamed, and never open your mouth anymore because of your shame, when I provide you an atonement for all you have done,” says the Lord GOD.’ ”
63 ὅπως μνησθῇς καὶ αἰσχυνθῆς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα, ὅσα ἐποίησας, λέγει Κύριος.
NKJV translation