en
Old Testament
1 Then the word of the LORD came to me, saying:
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2 “Son of man, how is the wood of the vine better than any other wood, the vine branch which is among the trees of the forest?
2 καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;
3 Is wood taken from it to make any object? Or can men make a peg from it to hang any vessel on?
3 εἰ λήψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾿ αὐτὸν πᾶν σκεῦος;
4 Instead, it is thrown into the fire for fuel; the fire devours both ends of it, and its middle is burned. Is it useful for any work?
4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ᾿ ἐνιαυτὸν κάθαρσιν ἀπ᾿ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;
5 Indeed, when it was whole, no object could be made from it. How much less will it be useful for any work when the fire has devoured it, and it is burned?
5 οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν;
6 “Therefore thus says the Lord GOD: ‘Like the wood of the vine among the trees of the forest, which I have given to the fire for fuel, so I will give up the inhabitants of Jerusalem;
6 διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλήμ.
7 and I will set My face against them. They will go out from one fire, but another fire shall devour them. Then you shall know that I am the LORD, when I set My face against them.
7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς.
8 Thus I will make the land desolate, because they have persisted in unfaithfulness,’ says the Lord GOD.”
8 καὶ δώσω τὴν γῆν εἰς ἀφανισμόν, ἀνθ᾿ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος.
NKJV translation