en
Old Testament
1 Then the Spirit lifted me up and brought me to the East Gate of the LORD’s house, which faces eastward; and there at the door of the gate were twenty-five men, among whom I saw Jaazaniah the son of Azzur, and Pelatiah the son of Benaiah, princes of the people.
1 ΚΑΙ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεζονίαν τὸν τοῦ Ἔζερ καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.
2 And He said to me: “Son of man, these are the men who devise iniquity and give wicked counsel in this city,
2 καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ,
3 who say, ‘The time is not near to build houses; this city is the caldron, and we are the meat.’
3 οἱ λέγοντες· οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δέ τὰ κρέα.
4 Therefore prophesy against them, prophesy, O son of man!”
4 διὰ τοῦτο προφήτευσον ἐπ᾿ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.
5 Then the Spirit of the LORD fell upon me, and said to me, “Speak! ‘Thus says the LORD: “Thus you have said, O house of Israel; for I know the things that come into your mind.
5 καὶ ἔπεσεν ἐπ᾿ ἐμὲ πνεῦμα Κυρίου καὶ εἶπε πρός με· λέγε· τάδε λέγει Κύριος· οὕτως εἴπατε, οἶκος Ἰσραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.
6 You have multiplied your slain in this city, and you have filled its streets with the slain.”
6 ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν.
7 Therefore thus says the Lord GOD: “Your slain whom you have laid in its midst, they are the meat, and this city is the caldron; but I shall bring you out of the midst of it.
7 διὰ τοῦτο τάδε λέγει Κύριος· τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστί, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.
8 You have feared the sword; and I will bring a sword upon you,” says the Lord GOD.
8 ρομφαίαν φοβεῖσθε, καὶ ρομφαίαν ἐπάξω ἐφ᾿ ὑμᾶς, λέγει Κύριος·
9 “And I will bring you out of its midst, and deliver you into the hands of strangers, and execute judgments on you.
9 καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα.
10 You shall fall by the sword. I will judge you at the border of Israel. Then you shall know that I am the LORD.
10 ἐν ρομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.
11 This city shall not be your caldron, nor shall you be the meat in its midst. I will judge you at the border of Israel.
11 αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς,
12 And you shall know that I am the LORD; for you have not walked in My statutes nor executed My judgments, but have done according to the customs of the Gentiles which are all around you.” ’ ”
12 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. ~
13 Now it happened, while I was prophesying, that Pelatiah the son of Benaiah died. Then I fell on my face and cried with a loud voice, and said, “Ah, Lord GOD! Will You make a complete end of the remnant of Israel?”
13 Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα· οἴμοι οἴμοι, Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ;
14 Again the word of the LORD came to me, saying,
14 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
15 “Son of man, your brethren, your relatives, your countrymen, and all the house of Israel in its entirety, are those about whom the inhabitants of Jerusalem have said, ‘Get far away from the LORD; this land has been given to us as a possession.’
15 υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλήμ· μακρὰν ἀπέχετε ἀπὸ τοῦ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.
16 Therefore say, ‘Thus says the Lord GOD: “Although I have cast them far off among the Gentiles, and although I have scattered them among the countries, yet I shall be a little sanctuary for them in the countries where they have gone.” ’
16 διὰ τοῦτον εἰπόν· τάδε λέγει Κύριος· ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.
17 Therefore say, ‘Thus says the Lord GOD: “I will gather you from the peoples, assemble you from the countries where you have been scattered, and I will give you the land of Israel.” ’
17 διὰ τοῦτο εἶπόν· τάδε λέγει Κύριος· καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραήλ.
18 And they will go there, and they will take away all its detestable things and all its abominations from there.
18 καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσι πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς.
19 Then I will give them one heart, and I will put a new spirit within them, and take the stony heart out of their flesh, and give them a heart of flesh,
19 καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην·
20 that they may walk in My statutes and keep My judgments and do them; and they shall be My people, and I will be their God.
20 ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
21 But as for those whose hearts follow the desire for their detestable things and their abominations, I will recompense their deeds on their own heads,” says the Lord GOD.
21 καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς τὰς κεφαλάς αὐτῶν δέδωκα, λέγει Κύριος. ~
22 So the cherubim lifted up their wings, with the wheels beside them, and the glory of the God of Israel was high above them.
22 Καὶ ἐξῇραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ᾿ αὐτὰ ὑπεράνω αὐτῶν.
23 And the glory of the LORD went up from the midst of the city and stood on the mountain, which is on the east side of the city.
23 καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως.
24 Then the Spirit took me up and brought me in a vision by the Spirit of God into Chaldea, to those in captivity. And the vision that I had seen went up from me.
24 καὶ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ. καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον.
25 So I spoke to those in captivity of all the things the LORD had shown me.
25 καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι.
NKJV translation