en
Old Testament
1 Then the LORD said to Moses, “Go in to Pharaoh and tell him, ‘Thus says the LORD God of the Hebrews: “Let My people go, that they may serve Me.
1 ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν·
2 For if you refuse to let them go, and still hold them,
2 εἰ μὲν οὖν μή βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλὰ ἔτι ἐγκρατεῖς αὐτοῦ,
3 behold, the hand of the LORD will be on your cattle in the field, on the horses, on the donkeys, on the camels, on the oxen, and on the sheep—a very severe pestilence.
3 ἰδοὺ χεὶρ Κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶ καὶ προβάτοις, θάνατος μέγας σφόδρα.
4 And the LORD will make a difference between the livestock of Israel and the livestock of Egypt. So nothing shall die of all that belongs to the children of Israel.” ’ ”
4 καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ἰσραήλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ἰσραὴλ υἱῶν ρητόν.
5 Then the LORD appointed a set time, saying, “Tomorrow the LORD will do this thing in the land.”
5 καὶ ἔδωκεν ὁ Θεὸς ὅρον λέγων· ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ρῆμα τοῦτο ἐπὶ τῆς γῆς.
6 So the LORD did this thing on the next day, and all the livestock of Egypt died; but of the livestock of the children of Israel, not one died.
6 καὶ ἐποίησε Κύριος τὸ ρῆμα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησε πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐκ ἐτελεύτησεν οὐδέν.
7 Then Pharaoh sent, and indeed, not even one of the livestock of the Israelites was dead. But the heart of Pharaoh became hard, and he did not let the people go.
7 ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδέν, ἐβαρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν.
8 So the LORD said to Moses and Aaron, “Take for yourselves handfuls of ashes from a furnace, and let Moses scatter it toward the heavens in the sight of Pharaoh.
8 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων· λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ,
9 And it will become fine dust in all the land of Egypt, and it will cause boils that break out in sores on man and beast throughout all the land of Egypt.”
9 καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τούς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
10 Then they took ashes from the furnace and stood before Pharaoh, and Moses scattered them toward heaven. And they caused boils that break out in sores on man and beast.
10 καὶ ἔλαβε τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραώ, καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι.
11 And the magicians could not stand before Moses because of the boils, for the boils were on the magicians and on all the Egyptians.
11 καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτῳ.
12 But the LORD hardened the heart of Pharaoh; and he did not heed them, just as the LORD had spoken to Moses.
12 ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξε Κύριος.
13 Then the LORD said to Moses, “Rise early in the morning and stand before Pharaoh, and say to him, ‘Thus says the LORD God of the Hebrews: “Let My people go, that they may serve Me,
13 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι·
14 for at this time I will send all My plagues to your very heart, and on your servants and on your people, that you may know that there is none like Me in all the earth.
14 ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ·
15 Now if I had stretched out My hand and struck you and your people with pestilence, then you would have been cut off from the earth.
15 νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς·
16 But indeed for this purpose I have raised you up, that I may show My power in you, and that My name may be declared in all the earth.
16 καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
17 As yet you exalt yourself against My people in that you will not let them go.
17 ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς;
18 Behold, tomorrow about this time I will cause very heavy hail to rain down, such as has not been in Egypt since its founding until now.
18 ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης.
19 Therefore send now and gather your livestock and all that you have in the field, for the hail shall come down on every man and every animal which is found in the field and is not brought home; and they shall die.” ’ ”
19 νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη, ὅσα ἐὰν εὑρεθῇ ἐν τοῖς πεδίοις καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ᾿ αὐτὰ ἡ χάλαζα, τελευτήσει.
20 He who feared the word of the LORD among the servants of Pharaoh made his servants and his livestock flee to the houses.
20 ὁ φοβούμενος τὸ ρῆμα Κυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους·
21 But he who did not regard the word of the LORD left his servants and his livestock in the field.
21 ὃς δὲ μὴ προσέσχε τῇ διανοίᾳ εἰς τὸ ρῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς πεδίοις.
22 Then the LORD said to Moses, “Stretch out your hand toward heaven, that there may be hail in all the land of Egypt—on man, on beast, and on every herb of the field, throughout the land of Egypt.”
22 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς.
23 And Moses stretched out his rod toward heaven; and the LORD sent thunder and hail, and fire darted to the ground. And the LORD rained hail on the land of Egypt.
23 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ Κύριος ἔδωκε φωνὰς καὶ χάλαζαν, καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς, καὶ ἔβρεξε Κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου.
24 So there was hail, and fire mingled with the hail, so very heavy that there was none like it in all the land of Egypt since it became a nation.
24 ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας γεγένηται ἐπ᾿ αὐτῆς ἔθνος.
25 And the hail struck throughout the whole land of Egypt, all that was in the field, both man and beast; and the hail struck every herb of the field and broke every tree of the field.
25 ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα·
26 Only in the land of Goshen, where the children of Israel were, there was no hail.
26 πλὴν ἐν γῇ Γεσέμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραήλ, οὐκ ἐγένετο ἡ χάλαζα.
27 And Pharaoh sent and called for Moses and Aaron, and said to them, “I have sinned this time. The LORD is righteous, and my people and I are wicked.
27 ἀποστείλας δὲ Φαραώ ἐκάλεσε Μωυσῆν καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς.
28 Entreat the LORD, that there may be no more mighty thundering and hail, for it is enough. I will let you go, and you shall stay no longer.”
28 εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν.
29 So Moses said to him, “As soon as I have gone out of the city, I will spread out my hands to the LORD; the thunder will cease, and there will be no more hail, that you may know that the earth is the LORD’s.
29 εἶπε δὲ αὐτῷ Μωυσῆς· ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς τὸν Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι, ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ.
30 But as for you and your servants, I know that you will not yet fear the LORD God.”
30 καὶ σὺ καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν Κύριον.
31 Now the flax and the barley were struck, for the barley was in the head and the flax was in bud.
31 τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον.
32 But the wheat and the spelt were not struck, for they are late crops.
32 ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγησαν, ὄψιμα γὰρ ἦν.
33 So Moses went out of the city from Pharaoh and spread out his hands to the LORD; then the thunder and the hail ceased, and the rain was not poured on the earth.
33 ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξέτεινε τὰς χεῖρας πρὸς Κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν.
34 And when Pharaoh saw that the rain, the hail, and the thunder had ceased, he sinned yet more; and he hardened his heart, he and his servants.
34 ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ.
35 So the heart of Pharaoh was hard; neither would he let the children of Israel go, as the LORD had spoken by Moses.
35 καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωυσῇ.
NKJV translation