en
Old Testament
1 Then the LORD spoke to Moses, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “On the first day of the first month you shall set up the tabernacle of the tent of meeting.
2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου
3 You shall put in it the ark of the Testimony, and partition off the ark with the veil.
3 καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι
4 You shall bring in the table and arrange the things that are to be set in order on it; and you shall bring in the lampstand and light its lamps.
4 καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς.
5 You shall also set the altar of gold for the incense before the ark of the Testimony, and put up the screen for the door of the tabernacle.
5 καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
6 Then you shall set the altar of the burnt offering before the door of the tabernacle of the tent of meeting.
6 καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ.
7 And you shall set the laver between the tabernacle of meeting and the altar, and put water in it.
7 καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία.
8 You shall set up the court all around, and hang up the screen at the court gate.
8 καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα τὰ σκεύη αὐτοῦ.
9 “And you shall take the anointing oil, and anoint the tabernacle and all that is in it; and you shall hallow it and all its utensils, and it shall be holy.
9 καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων.
10 You shall anoint the altar of the burnt offering and all its utensils, and consecrate the altar. The altar shall be most holy.
10 καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι
11 And you shall anoint the laver and its base, and consecrate it.
11 καὶ ἐνδύσεις Ἀαρὼν τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει μοι·
12 “Then you shall bring Aaron and his sons to the door of the tabernacle of meeting and wash them with water.
12 καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας
13 You shall put the holy garments on Aaron, and anoint him and consecrate him, that he may minister to Me as priest.
13 καὶ ἀλείψεις αὐτούς, ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν.
14 And you shall bring his sons and clothe them with tunics.
14 καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε.
15 You shall anoint them, as you anointed their father, that they may minister to Me as priests; for their anointing shall surely be an everlasting priesthood throughout their generations.”
15 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή·
16 Thus Moses did; according to all that the LORD had commanded him, so he did.
16 καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας καὶ διενέβαλε τοὺς μοχλοὺς καὶ ἔστησε τοὺς στύλους
17 And it came to pass in the first month of the second year, on the first day of the month, that the tabernacle was raised up.
17 καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ᾿ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
18 So Moses raised up the tabernacle, fastened its sockets, set up its boards, put in its bars, and raised up its pillars.
18 καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν
19 And he spread out the tent over the tabernacle and put the covering of the tent on top of it, as the LORD had commanded Moses.
19 καί εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
20 He took the Testimony and put it into the ark, inserted the poles through the rings of the ark, and put the mercy seat on top of the ark.
20 καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν, ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς,
21 And he brought the ark into the tabernacle, hung up the veil of the covering, and partitioned off the ark of the Testimony, as the LORD had commanded Moses.
21 καὶ προέθηκεν ἐπ᾿ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
22 He put the table in the tabernacle of meeting, on the north side of the tabernacle, outside the veil;
22 καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον
23 and he set the bread in order upon it before the LORD, as the LORD had commanded Moses.
23 καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
24 He put the lampstand in the tabernacle of meeting, across from the table, on the south side of the tabernacle;
24 καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος
25 and he lit the lamps before the LORD, as the LORD had commanded Moses.
25 καὶ ἐθυμίασεν ἐπ᾿ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
26 He put the gold altar in the tabernacle of meeting in front of the veil;
26 καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς
27 and he burned sweet incense on it, as the LORD had commanded Moses.
27 καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα.
28 He hung up the screen at the door of the tabernacle.
28 Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή·
29 And he put the altar of burnt offering before the door of the tabernacle of the tent of meeting, and offered upon it the burnt offering and the grain offering, as the LORD had commanded Moses.
29 καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ᾿ αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή.
30 He set the laver between the tabernacle of meeting and the altar, and put water there for washing;
30 ἡνίκα δ᾿ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν·
31 and Moses, Aaron, and his sons would wash their hands and their feet with water from it.
31 εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη·
32 Whenever they went into the tabernacle of meeting, and when they came near the altar, they washed, as the LORD had commanded Moses.
32 νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ᾿ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.
33 And he raised up the court all around the tabernacle and the altar, and hung up the screen of the court gate. So Moses finished the work.
34 Then the cloud covered the tabernacle of meeting, and the glory of the LORD filled the tabernacle.
35 And Moses was not able to enter the tabernacle of meeting, because the cloud rested above it, and the glory of the LORD filled the tabernacle.
36 Whenever the cloud was taken up from above the tabernacle, the children of Israel would go onward in all their journeys.
37 But if the cloud was not taken up, then they did not journey till the day that it was taken up.
38 For the cloud of the LORD was above the tabernacle by day, and fire was over it by night, in the sight of all the house of Israel, throughout all their journeys.
NKJV translation