en
Old Testament
1 Then Moses answered and said, “But suppose they will not believe me or listen to my voice; suppose they say, ‘The LORD has not appeared to you.’ ”
1 ΑΠΕΚΡΙΘΗ δὲ Μωυσῆς καὶ εἶπεν· ἐὰν μὴ πιστεύσωσί μοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου, ἐροῦσι γάρ, ὅτι οὐκ ὦπταί σοι ὁ Θεός, τί ἐρῶ πρὸς αὐτούς;
2 So the LORD said to him, “What is that in your hand?” He said, “A rod.”
2 εἶπε δὲ αὐτῷ Κύριος· τί τοῦτό ἐστι τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ράβδος.
3 And He said, “Cast it on the ground.” So he cast it on the ground, and it became a serpent; and Moses fled from it.
3 καὶ εἶπε· ρίψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωυσῆς ἀπ᾿ αὐτοῦ.
4 Then the LORD said to Moses, “Reach out your hand and take it by the tail” (and he reached out his hand and caught it, and it became a rod in his hand),
4 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ράβδος ἐν τῇ χειρὶ αὐτοῦ·
5 “that they may believe that the LORD God of their fathers, the God of Abraham, the God of Isaac, and the God of Jacob, has appeared to you.”
5 ἵνα πιστεύσωσί σοι ὅτι ὦπταί σοι ὁ Θεὸς τῶν πατέρων αὐτῶν, Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ.
6 Furthermore the LORD said to him, “Now put your hand in your bosom.” And he put his hand in his bosom, and when he took it out, behold, his hand was leprous, like snow.
6 εἶπε δὲ αὐτῷ Κύριος πάλιν· εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών.
7 And He said, “Put your hand in your bosom again.” So he put his hand in his bosom again, and drew it out of his bosom, and behold, it was restored like his other flesh.
7 καὶ εἶπε πάλιν· εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀποκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτῆς.
8 “Then it will be, if they do not believe you, nor heed the message of the first sign, that they may believe the message of the latter sign.
8 ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου.
9 And it shall be, if they do not believe even these two signs, or listen to your voice, that you shall take water from the river and pour it on the dry land. The water which you take from the river will become blood on the dry land.”
9 καὶ ἔσται ἐὰν μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.
10 Then Moses said to the LORD, “O my Lord, I am not eloquent, neither before nor since You have spoken to Your servant; but I am slow of speech and slow of tongue.”
10 εἶπε δὲ Μωυσῆς πρὸς Κύριον· δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθές, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾿ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι.
11 So the LORD said to him, “Who has made man’s mouth? Or who makes the mute, the deaf, the seeing, or the blind? Have not I, the LORD?
11 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ Θεός;
12 Now therefore, go, and I will be with your mouth and teach you what you shall say.”
12 καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε, ὃ μέλλεις λαλῆσαι.
13 But he said, “O my Lord, please send by the hand of whomever else You may send.”
13 καὶ εἶπε Μωυσῆς· δέομαι, Κύριε, προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς.
14 So the anger of the LORD was kindled against Moses, and He said: “Is not Aaron the Levite your brother? I know that he can speak well. And look, he is also coming out to meet you. When he sees you, he will be glad in his heart.
14 καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐπὶ Μωυσῆν εἶπεν· οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.
15 Now you shall speak to him and put the words in his mouth. And I will be with your mouth and with his mouth, and I will teach you what you shall do.
15 καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ρήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε.
16 So he shall be your spokesman to the people. And he himself shall be as a mouth for you, and you shall be to him as God.
16 καὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα, σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν.
17 And you shall take this rod in your hand, with which you shall do the signs.”
17 καὶ τὴν ράβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα.
18 So Moses went and returned to Jethro his father-in-law, and said to him, “Please let me go and return to my brethren who are in Egypt, and see whether they are still alive.” And Jethro said to Moses, “Go in peace.”
18 Ἐπορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψε πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει· πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψομαι, εἰ ἔτι ζῶσι. καὶ εἶπεν Ἰοθὸρ Μωυσῇ· βάδιζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου.
19 Now the LORD said to Moses in Midian, “Go, return to Egypt; for all the men who sought your life are dead.”
19 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν ἐν Μαδιάμ· βάδιζε, ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασι γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν.
20 Then Moses took his wife and his sons and set them on a donkey, and he returned to the land of Egypt. And Moses took the rod of God in his hand.
20 ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβε δὲ Μωυσῆς τὴν ράβδον τὴν παρὰ τοῦ Θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.
21 And the LORD said to Moses, “When you go back to Egypt, see that you do all those wonders before Pharaoh which I have put in your hand. But I will harden his heart, so that he will not let the people go.
21 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα, ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν.
22 Then you shall say to Pharaoh, ‘Thus says the LORD: “Israel is My son, My firstborn.
22 σὺ δὲ ἐρεῖς τῷ Φαραώ· τάδε λέγει Κύριος· υἱὸς πρωτότοκός μου Ἰσραήλ·
23 So I say to you, let My son go that he may serve Me. But if you refuse to let him go, indeed I will kill your son, your firstborn.” ’ ”
23 εἶπα δέ σοι· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.
24 And it came to pass on the way, at the encampment, that the LORD met him and sought to kill him.
24 ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
25 Then Zipporah took a sharp stone and cut off the foreskin of her son and cast it at Moses’ feet, and said, “Surely you are a husband of blood to me!”
25 καὶ λαβοῦσα Σεπφώρα ψῆφον περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ εἶπεν· ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.
26 So He let him go. Then she said, “You are a husband of blood!”—because of the circumcision.
26 καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, διότι εἶπεν· ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.
27 And the LORD said to Aaron, “Go into the wilderness to meet Moses.” So he went and met him on the mountain of God, and kissed him.
27 Εἶπε δὲ Κύριος πρὸς Ἀαρών· πορεύθητι εἰς συνάντησιν Μωυσῆ εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ Θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους.
28 So Moses told Aaron all the words of the LORD who had sent him, and all the signs which He had commanded him.
28 καὶ ἀνήγγειλε Μωυσῆς τῷ Ἀαρὼν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλε, καὶ πάντα τὰ σημεῖα, ἃ ἐνετείλατο αὐτῷ.
29 Then Moses and Aaron went and gathered together all the elders of the children of Israel.
29 ἐπορεύθη δὲ Μωυσῆς καὶ Ἀαρὼν καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ.
30 And Aaron spoke all the words which the LORD had spoken to Moses. Then he did the signs in the sight of the people.
30 καὶ ἐλάλησεν Ἀαρὼν πάντα τὰ ρήματα ταῦτα, ἃ ἐλάλησεν ὁ Θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησε τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ.
31 So the people believed; and when they heard that the LORD had visited the children of Israel and that He had looked on their affliction, then they bowed their heads and worshiped.
31 καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλίψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησε.
NKJV translation