en
Old Testament
1 Then the LORD spoke to Moses, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “See, I have called by name Bezalel the son of Uri, the son of Hur, of the tribe of Judah.
2 ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν Ὤρ, ἐκ τῆς φυλῆς Ἰούδα,
3 And I have filled him with the Spirit of God, in wisdom, in understanding, in knowledge, and in all manner of workmanship,
3 καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι
4 to design artistic works, to work in gold, in silver, in bronze,
4 καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν
5 in cutting jewels for setting, in carving wood, and to work in all manner of workmanship.
5 καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα.
6 “And I, indeed I, have appointed with him Aholiab the son of Ahisamach, of the tribe of Dan; and I have put wisdom in the hearts of all the gifted artisans, that they may make all that I have commanded you:
6 καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δὰν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα ὅσα συνέταξά σοι,
7 the tabernacle of meeting, the ark of the Testimony and the mercy seat that is on it, and all the furniture of the tabernacle—
7 τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ᾿ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς
8 the table and its utensils, the pure gold lampstand with all its utensils, the altar of incense,
8 καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς
9 the altar of burnt offering with all its utensils, and the laver and its base—
9 καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
10 the garments of ministry, the holy garments for Aaron the priest and the garments of his sons, to minister as priests,
10 καὶ τὰς στολάς τὰς λειτουργικὰς Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι
11 and the anointing oil and sweet incense for the holy place. According to all that I have commanded you they shall do.”
11 καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ πάντα, ὅσα ἐγὼ ἐνετειλάμην σοι, ποιήσουσι.
12 And the LORD spoke to Moses, saying,
12 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
13 “Speak also to the children of Israel, saying: ‘Surely My Sabbaths you shall keep, for it is a sign between Me and you throughout your generations, that you may know that I am the LORD who sanctifies you.
13 καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ὁρᾶτε, καὶ τὰ σάββατά μου φυλάξεσθε· σημεῖόν ἐστι παρ᾿ ἐμοὶ καὶ ἐν ἐμοὶ εἰς τὰς γενεὰς ὑμῶν, ἵνα γνῶτε ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς.
14 You shall keep the Sabbath, therefore, for it is holy to you. Everyone who profanes it shall surely be put to death; for whoever does any work on it, that person shall be cut off from among his people.
14 καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστι Κυρίῳ ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ.
15 Work shall be done for six days, but the seventh is the Sabbath of rest, holy to the LORD. Whoever does any work on the Sabbath day, he shall surely be put to death.
15 ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ· πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, θανατωθήσεται.
16 Therefore the children of Israel shall keep the Sabbath, to observe the Sabbath throughout their generations as a perpetual covenant.
16 καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώνιος.
17 It is a sign between Me and the children of Israel forever; for in six days the LORD made the heavens and the earth, and on the seventh day He rested and was refreshed.’ ”
17 ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσε.
18 And when He had made an end of speaking with him on Mount Sinai, He gave Moses two tablets of the Testimony, tablets of stone, written with the finger of God.
18 Καὶ ἔδωκε Μωυσῇ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ.
NKJV translation