en
Old Testament
1 “You shall make an altar to burn incense on; you shall make it of acacia wood.
1 ΚΑΙ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων·
2 A cubit shall be its length and a cubit its width—it shall be square—and two cubits shall be its height. Its horns shall be of one piece with it.
2 καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος καὶ πήχεως τὸ εὖρος, τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ.
3 And you shall overlay its top, its sides all around, and its horns with pure gold; and you shall make for it a molding of gold all around.
3 καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ.
4 Two gold rings you shall make for it, under the molding on both its sides. You shall place them on its two sides, and they will be holders for the poles with which to bear it.
4 καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς.
5 You shall make the poles of acacia wood, and overlay them with gold.
5 καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ.
6 And you shall put it before the veil that is before the ark of the Testimony, before the mercy seat that is over the Testimony, where I will meet with you.
6 καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἶς γνωσθήσομαί σοι ἐκεῖθεν.
7 “Aaron shall burn on it sweet incense every morning; when he tends the lamps, he shall burn incense on it.
7 καὶ θυμιάσει ἀπ᾿ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτόν· τὸ πρωΐ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ᾿ αὐτοῦ,
8 And when Aaron lights the lamps at twilight, he shall burn incense on it, a perpetual incense before the LORD throughout your generations.
8 καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψέ, θυμιάσει ἐπ᾿ αὐτοῦ· θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν.
9 You shall not offer strange incense on it, or a burnt offering, or a grain offering; nor shall you pour a drink offering on it.
9 καὶ οὐκ ἀνοίσεις ἐπ᾿ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾿ αὐτοῦ.
10 And Aaron shall make atonement upon its horns once a year with the blood of the sin offering of atonement; once a year he shall make atonement upon it throughout your generations. It is most holy to the LORD.”
10 καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ.
11 Then the LORD spoke to Moses, saying:
11 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
12 “When you take the census of the children of Israel for their number, then every man shall give a ransom for himself to the LORD, when you number them, that there may be no plague among them when you number them.
12 ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
13 This is what everyone among those who are numbered shall give: half a shekel according to the shekel of the sanctuary (a shekel is twenty gerahs). The half-shekel shall be an offering to the LORD.
13 καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ.
14 Everyone included among those who are numbered, from twenty years old and above, shall give an offering to the LORD.
14 πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ.
15 The rich shall not give more and the poor shall not give less than half a shekel, when you give an offering to the LORD, to make atonement for yourselves.
15 ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
16 And you shall take the atonement money of the children of Israel, and shall appoint it for the service of the tabernacle of meeting, that it may be a memorial for the children of Israel before the LORD, to make atonement for yourselves.”
16 καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
17 Then the LORD spoke to Moses, saying:
17 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
18 “You shall also make a laver of bronze, with its base also of bronze, for washing. You shall put it between the tabernacle of meeting and the altar. And you shall put water in it,
18 ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ,
19 for Aaron and his sons shall wash their hands and their feet in water from it.
19 καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι.
20 When they go into the tabernacle of meeting, or when they come near the altar to minister, to burn an offering made by fire to the LORD, they shall wash with water, lest they die.
20 ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ,
21 So they shall wash their hands and their feet, lest they die. And it shall be a statute forever to them—to him and his descendants throughout their generations.”
21 νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾿ αὐτόν.
22 Moreover the LORD spoke to Moses, saying:
22 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
23 “Also take for yourself quality spices—five hundred shekels of liquid myrrh, half as much sweet-smelling cinnamon (two hundred and fifty shekels), two hundred and fifty shekels of sweet-smelling cane,
23 καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα
24 five hundred shekels of cassia, according to the shekel of the sanctuary, and a hin of olive oil.
24 καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαιῶν εἲν
25 And you shall make from these a holy anointing oil, an ointment compounded according to the art of the perfumer. It shall be a holy anointing oil.
25 καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται.
26 With it you shall anoint the tabernacle of meeting and the ark of the Testimony;
26 καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου
27 the table and all its utensils, the lampstand and its utensils, and the altar of incense;
27 καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος
28 the altar of burnt offering with all its utensils, and the laver and its base.
28 καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
29 You shall consecrate them, that they may be most holy; whatever touches them must be holy.
29 καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται.
30 And you shall anoint Aaron and his sons, and consecrate them, that they may minister to Me as priests.
30 καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.
31 “And you shall speak to the children of Israel, saying: ‘This shall be a holy anointing oil to Me throughout your generations.
31 καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων· ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
32 It shall not be poured on man’s flesh; nor shall you make any other like it, according to its composition. It is holy, and it shall be holy to you.
32 ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστι καὶ ἁγίασμα ἔσται ὑμῖν.
33 Whoever compounds any like it, or whoever puts any of it on an outsider, shall be cut off from his people.’ ”
33 ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾿ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.
34 And the LORD said to Moses: “Take sweet spices, stacte and onycha and galbanum, and pure frankincense with these sweet spices; there shall be equal amounts of each.
34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἔσται·
35 You shall make of these an incense, a compound according to the art of the perfumer, salted, pure, and holy.
35 καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα, μυρεψικὸν ἔργον μυρεψοῦ, μεμιγμένον, καθαρόν, ἔργον ἅγιον.
36 And you shall beat some of it very fine, and put some of it before the Testimony in the tabernacle of meeting where I will meet with you. It shall be most holy to you.
36 καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν.
37 But as for the incense which you shall make, you shall not make any for yourselves, according to its composition. It shall be to you holy for the LORD.
37 θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς· ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ·
38 Whoever makes any like it, to smell it, he shall be cut off from his people.”
38 ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.
NKJV translation