en
Old Testament
1 And God spoke all these words, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πάντας τοὺς λόγους τούτους λέγων·
2 “I am the LORD your God, who brought you out of the land of Egypt, out of the house of bondage.
2 ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
3 “You shall have no other gods before Me.
3 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.
4 “You shall not make for yourself a carved image—any likeness of anything that is in heaven above, or that is in the earth beneath, or that is in the water under the earth;
4 οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
5 you shall not bow down to them nor serve them. For I, the LORD your God, am a jealous God, visiting the iniquity of the fathers upon the children to the third and fourth generations of those who hate Me,
5 οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με
6 but showing mercy to thousands, to those who love Me and keep My commandments.
6 καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου.
7 “You shall not take the name of the LORD your God in vain, for the LORD will not hold him guiltless who takes His name in vain.
7 οὐ λήψει τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπί ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.
8 “Remember the Sabbath day, to keep it holy.
8 μνήσθητι τὴν ἡμέρα τῶν σαββάτων ἁγιάζειν αὐτήν.
9 Six days you shall labor and do all your work,
9 ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·
10 but the seventh day is the Sabbath of the LORD your God. In it you shall do no work: you, nor your son, nor your daughter, nor your male servant, nor your female servant, nor your cattle, nor your stranger who is within your gates.
10 τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί.
11 For in six days the LORD made the heavens and the earth, the sea, and all that is in them, and rested the seventh day. Therefore the LORD blessed the Sabbath day and hallowed it.
11 ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν.
12 “Honor your father and your mother, that your days may be long upon the land which the LORD your God is giving you.
12 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.
13 “You shall not murder.
13 οὐ μοιχεύσεις.
14 “You shall not commit adultery.
14 οὐ κλέψεις.
15 “You shall not steal.
15 οὐ φονεύσεις.
16 “You shall not bear false witness against your neighbor.
16 οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.
17 “You shall not covet your neighbor’s house; you shall not covet your neighbor’s wife, nor his male servant, nor his female servant, nor his ox, nor his donkey, nor anything that is your neighbor’s.”
17 οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σου ἐστί.
18 Now all the people witnessed the thunderings, the lightning flashes, the sound of the trumpet, and the mountain smoking; and when the people saw it, they trembled and stood afar off.
18 Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν.
19 Then they said to Moses, “You speak with us, and we will hear; but let not God speak with us, lest we die.”
19 καὶ εἶπαν πρὸς Μωυσῆν· λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μὴ ἀποθάνωμεν.
20 And Moses said to the people, “Do not fear; for God has come to test you, and that His fear may be before you, so that you may not sin.”
20 καὶ λέγει αὐτοῖς Μωυσῆς· θαρσεῖτε, ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.
21 So the people stood afar off, but Moses drew near the thick darkness where God was.
21 εἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός.
22 Then the LORD said to Moses, “Thus you shall say to the children of Israel: ‘You have seen that I have talked with you from heaven.
22 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς·
23 You shall not make anything to be with Me—gods of silver or gods of gold you shall not make for yourselves.
23 οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς.
24 An altar of earth you shall make for Me, and you shall sacrifice on it your burnt offerings and your peace offerings, your sheep and your oxen. In every place where I record My name I will come to you, and I will bless you.
24 θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ᾿ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε.
25 And if you make Me an altar of stone, you shall not build it of hewn stone; for if you use your tool on it, you have profaned it.
25 ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ᾿ αὐτούς, καὶ μεμίανται.
26 Nor shall you go up by steps to My altar, that your nakedness may not be exposed on it.’
26 οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ᾿ αὐτοῦ.
NKJV translation