en
Old Testament
1 Then all the congregation of the children of Israel set out on their journey from the Wilderness of Sin, according to the commandment of the LORD, and camped in Rephidim; but there was no water for the people to drink.
1 ΚΑΙ ἀπῇρε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σὶν κατὰ παρεμβολὰς αὐτῶν διά ρήματος Κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδείν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν.
2 Therefore the people contended with Moses, and said, “Give us water, that we may drink.” So Moses said to them, “Why do you contend with me? Why do you tempt the LORD?”
2 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. καὶ εἶπεν αὐτοῖς Μωυσῆς· τί λοιδορεῖσθέ μοι, καὶ τί πειράζετε Κύριον;
3 And the people thirsted there for water, and the people complained against Moses, and said, “Why is it you have brought us up out of Egypt, to kill us and our children and our livestock with thirst?”
3 ἐδίψησε δὲ ἐκεῖ ὁ λαὸς ὕδατι, καὶ διεγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ἱνατί τοῦτο; ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει;
4 So Moses cried out to the LORD, saying, “What shall I do with this people? They are almost ready to stone me!”
4 ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον λέγων· τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με.
5 And the LORD said to Moses, “Go on before the people, and take with you some of the elders of Israel. Also take in your hand your rod with which you struck the river, and go.
5 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· προπορεύου τοῦ λαοῦ τούτου, λαβὲ δὲ σεαυτῷ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ράβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν, λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ.
6 Behold, I will stand before you there on the rock in Horeb; and you shall strike the rock, and water will come out of it, that the people may drink.” And Moses did so in the sight of the elders of Israel.
6 ὅδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σε ἐπὶ τῆς πέτρας ἐν Χωρήβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. ἐποίησε δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραήλ.
7 So he called the name of the place Massah and Meribah, because of the contention of the children of Israel, and because they tempted the LORD, saying, “Is the LORD among us or not?”
7 καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντας· εἰ ἔστι Κύριος ἐν ἡμῖν ἢ οὔ;
8 Now Amalek came and fought with Israel in Rephidim.
8 Ἦλθε δὲ Ἀμαλὴκ καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ραφιδείν.
9 And Moses said to Joshua, “Choose us some men and go out, fight with Amalek. Tomorrow I will stand on the top of the hill with the rod of God in my hand.”
9 εἶπε δὲ Μωυσῆς τῷ Ἰησοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον, καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ράβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου.
10 So Joshua did as Moses said to him, and fought with Amalek. And Moses, Aaron, and Hur went up to the top of the hill.
10 καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωυσῆς καὶ Ἀαρὼν καὶ Ὢρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ.
11 And so it was, when Moses held up his hand, that Israel prevailed; and when he let down his hand, Amalek prevailed.
11 καὶ ἐγίνετο ὅταν ἐπῇρε Μωυσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ.
12 But Moses’ hands became heavy; so they took a stone and put it under him, and he sat on it. And Aaron and Hur supported his hands, one on one side, and the other on the other side; and his hands were steady until the going down of the sun.
12 αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ᾿ αὐτόν, καὶ ἐκάθητο ἐπ᾿ αὐτοῦ, καὶ Ἀαρὼν καὶ Ὢρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου.
13 So Joshua defeated Amalek and his people with the edge of the sword.
13 καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας.
14 Then the LORD said to Moses, “Write this for a memorial in the book and recount it in the hearing of Joshua, that I will utterly blot out the remembrance of Amalek from under heaven.”
14 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.
15 And Moses built an altar and called its name, The-LORD-Is-My-Banner;
15 καὶ ᾠκοδόμησε Μωυσῆς θυσιαστήριον Κυρίῳ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Κύριος καταφυγή μου·
16 for he said, “Because the LORD has sworn: the LORD will have war with Amalek from generation to generation.”
16 ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.
NKJV translation