en
Old Testament
1 Now the LORD spoke to Moses, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Speak to the children of Israel, that they turn and camp before Pi Hahiroth, between Migdol and the sea, opposite Baal Zephon; you shall camp before it by the sea.
2 λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως, ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης, ἐξεναντίας Βεελσεπφῶν, ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης.
3 For Pharaoh will say of the children of Israel, ‘They are bewildered by the land; the wilderness has closed them in.’
3 καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ· οἱ υἱοὶ Ἰσραὴλ πλανῶνται οὗτοι ἐν τῇ γῇ· συγκέκλεικε γὰρ αὐτοὺς ἡ ἔρημος.
4 Then I will harden Pharaoh’s heart, so that he will pursue them; and I will gain honor over Pharaoh and over all his army, that the Egyptians may know that I am the LORD.” And they did so.
4 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πᾶσι τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐποίησαν οὕτως.
5 Now it was told the king of Egypt that the people had fled, and the heart of Pharaoh and his servants was turned against the people; and they said, “Why have we done this, that we have let Israel go from serving us?”
5 καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν· τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ, τοῦ μὴ δουλεύειν ἡμῖν;
6 So he made ready his chariot and took his people with him.
6 ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγε μεθ᾿ ἑαυτοῦ
7 Also, he took six hundred choice chariots, and all the chariots of Egypt with captains over every one of them.
7 καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων.
8 And the LORD hardened the heart of Pharaoh king of Egypt, and he pursued the children of Israel; and the children of Israel went out with boldness.
8 καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ἰσραήλ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ.
9 So the Egyptians pursued them, all the horses and chariots of Pharaoh, his horsemen and his army, and overtook them camping by the sea beside Pi Hahiroth, before Baal Zephon.
9 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν, καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραὼ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξεναντίας Βεελσεπφῶν.
10 And when Pharaoh drew near, the children of Israel lifted their eyes, and behold, the Egyptians marched after them. So they were very afraid, and the children of Israel cried out to the LORD.
10 καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον,
11 Then they said to Moses, “Because there were no graves in Egypt, have you taken us away to die in the wilderness? Why have you so dealt with us, to bring us up out of Egypt?
11 καὶ εἶπαν πρὸς Μωυσῆν· παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου;
12 Is this not the word that we told you in Egypt, saying, ‘Let us alone that we may serve the Egyptians’? For it would have been better for us to serve the Egyptians than that we should die in the wilderness.”
12 οὐ τοῦτο ἦν τὸ ρῆμα, ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ, λέγοντες· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.
13 And Moses said to the people, “Do not be afraid. Stand still, and see the salvation of the LORD, which He will accomplish for you today. For the Egyptians whom you see today, you shall see again no more forever.
13 εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν· θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον·
14 The LORD will fight for you, and you shall hold your peace.”
14 Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε.
15 And the LORD said to Moses, “Why do you cry to Me? Tell the children of Israel to go forward.
15 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἀναζευξάτωσαν·
16 But lift up your rod, and stretch out your hand over the sea and divide it. And the children of Israel shall go on dry ground through the midst of the sea.
16 καὶ σὺ ἔπαρον τῇ ράβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ρῆξον αὐτήν, καὶ εἰσελθάτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν.
17 And I indeed will harden the hearts of the Egyptians, and they shall follow them. So I will gain honor over Pharaoh and over all his army, his chariots, and his horsemen.
17 καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασι καὶ ἐν τοῖς ἵπποις αὐτοῦ.
18 Then the Egyptians shall know that I am the LORD, when I have gained honor for Myself over Pharaoh, his chariots, and his horsemen.”
18 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασι καὶ ἵπποις αὐτοῦ.
19 And the Angel of God, who went before the camp of Israel, moved and went behind them; and the pillar of cloud went from before them and stood behind them.
19 ἐξῇρε δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν.
20 So it came between the camp of the Egyptians and the camp of Israel. Thus it was a cloud and darkness to the one, and it gave light by night to the other, so that the one did not come near the other all that night.
20 καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ἰσραὴλ καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα·
21 Then Moses stretched out his hand over the sea; and the LORD caused the sea to go back by a strong east wind all that night, and made the sea into dry land, and the waters were divided.
21 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ.
22 So the children of Israel went into the midst of the sea on the dry ground, and the waters were a wall to them on their right hand and on their left.
22 καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων·
23 And the Egyptians pursued and went after them into the midst of the sea, all Pharaoh’s horses, his chariots, and his horsemen.
23 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν, πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται, εἰς μέσον τῆς θαλάσσης.
24 Now it came to pass, in the morning watch, that the LORD looked down upon the army of the Egyptians through the pillar of fire and cloud, and He troubled the army of the Egyptians.
24 ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψε Κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξε τὴν παρεμβολὴν τῶν Αἰγυπτίων
25 And He took off their chariot wheels, so that they drove them with difficulty; and the Egyptians said, “Let us flee from the face of Israel, for the LORD fights for them against the Egyptians.”
25 καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι· φύγωμεν ἀπὸ προσώπου Ἰσραήλ, ὁ γὰρ Κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους.
26 Then the LORD said to Moses, “Stretch out your hand over the sea, that the waters may come back upon the Egyptians, on their chariots, and on their horsemen.”
26 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας.
27 And Moses stretched out his hand over the sea; and when the morning appeared, the sea returned to its full depth, while the Egyptians were fleeing into it. So the LORD overthrew the Egyptians in the midst of the sea.
27 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης.
28 Then the waters returned and covered the chariots, the horsemen, and all the army of Pharaoh that came into the sea after them. Not so much as one of them remained.
28 καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν, εἰς τὴν θάλασσαν, καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
29 But the children of Israel had walked on dry land in the midst of the sea, and the waters were a wall to them on their right hand and on their left.
29 οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων.
30 So the LORD saved Israel that day out of the hand of the Egyptians, and Israel saw the Egyptians dead on the seashore.
30 καὶ ἐρρύσατο Κύριος τὸν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
31 Thus Israel saw the great work which the LORD had done in Egypt; so the people feared the LORD, and believed the LORD and His servant Moses.
31 εἶδε δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ.
NKJV translation