en
Old Testament
1 Now the LORD spoke to Moses and Aaron in the land of Egypt, saying,
1 ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων.
2 “This month shall be your beginning of months; it shall be the first month of the year to you.
2 ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.
3 Speak to all the congregation of Israel, saying: ‘On the tenth of this month every man shall take for himself a lamb, according to the house of his father, a lamb for a household.
3 λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ᾿ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ᾿ οἰκίαν.
4 And if the household is too small for the lamb, let him and his neighbor next to his house take it according to the number of the persons; according to each man’s need you shall make your count for the lamb.
4 ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ᾿ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον.
5 Your lamb shall be without blemish, a male of the first year. You may take it from the sheep or from the goats.
5 πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήψεσθε.
6 Now you shall keep it until the fourteenth day of the same month. Then the whole assembly of the congregation of Israel shall kill it at twilight.
6 καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.
7 And they shall take some of the blood and put it on the two doorposts and on the lintel of the houses where they eat it.
7 καὶ λήψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς,
8 Then they shall eat the flesh on that night; roasted in fire, with unleavened bread and with bitter herbs they shall eat it.
8 καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται.
9 Do not eat it raw, nor boiled at all with water, but roasted in fire—its head with its legs and its entrails.
9 οὐκ ἔδεσθε ἀπ᾿ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ᾿ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις.
10 You shall let none of it remain until morning, and what remains of it until morning you shall burn with fire.
10 οὐκ ἀπολείψετε ἀπ᾿ αὐτοῦ ἕως πρωΐ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ᾿ αὐτοῦ ἕως πρωΐ ἐν πυρὶ κατακαύσετε.
11 And thus you shall eat it: with a belt on your waist, your sandals on your feet, and your staff in your hand. So you shall eat it in haste. It is the LORD’s Passover.
11 οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶ Κυρίῳ.
12 ‘For I will pass through the land of Egypt on that night, and will strike all the firstborn in the land of Egypt, both man and beast; and against all the gods of Egypt I will execute judgment: I am the LORD.
12 καί διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος.
13 Now the blood shall be a sign for you on the houses where you are. And when I see the blood, I will pass over you; and the plague shall not be on you to destroy you when I strike the land of Egypt.
13 καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ.
14 ‘So this day shall be to you a memorial; and you shall keep it as a feast to the LORD throughout your generations. You shall keep it as a feast by an everlasting ordinance.
14 καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον· καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν.
15 Seven days you shall eat unleavened bread. On the first day you shall remove leaven from your houses. For whoever eats leavened bread from the first day until the seventh day, that person shall be cut off from Israel.
15 ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης.
16 On the first day there shall be a holy convocation, and on the seventh day there shall be a holy convocation for you. No manner of work shall be done on them; but that which everyone must eat—that only may be prepared by you.
16 καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν.
17 So you shall observe the Feast of Unleavened Bread, for on this same day I will have brought your armies out of the land of Egypt. Therefore you shall observe this day throughout your generations as an everlasting ordinance.
17 καὶ φυλάξετε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον.
18 In the first month, on the fourteenth day of the month at evening, you shall eat unleavened bread, until the twenty-first day of the month at evening.
18 ἐναρχόμενοι τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ᾿ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνός, ἕως ἑσπέρας.
19 For seven days no leaven shall be found in your houses, since whoever eats what is leavened, that same person shall be cut off from the congregation of Israel, whether he is a stranger or a native of the land.
19 ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς Ἰσραήλ, ἔν τε τοῖς γειώραις καὶ αὐτόχθοσι τῆς γῆς·
20 You shall eat nothing leavened; in all your dwellings you shall eat unleavened bread.’ ”
20 πᾶν ζυμωτὸν οὐκ ἔδεσθε, ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα.
21 Then Moses called for all the elders of Israel and said to them, “Pick out and take lambs for yourselves according to your families, and kill the Passover lamb.
21 Ἐκάλεσε δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν Ἰσραὴλ καὶ εἶπε πρὸς αὐτούς· ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν καὶ θύσατε τὸ πάσχα.
22 And you shall take a bunch of hyssop, dip it in the blood that is in the basin, and strike the lintel and the two doorposts with the blood that is in the basin. And none of you shall go out of the door of his house until morning.
22 λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωΐ.
23 For the LORD will pass through to strike the Egyptians; and when He sees the blood on the lintel and on the two doorposts, the LORD will pass over the door and not allow the destroyer to come into your houses to strike you.
23 καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.
24 And you shall observe this thing as an ordinance for you and your sons forever.
24 καὶ φυλάξασθε τὸ ρῆμα τοῦτο νόμιμον σεαυτῷ, καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος.
25 It will come to pass when you come to the land which the LORD will give you, just as He promised, that you shall keep this service.
25 ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ Κύριος ὑμῖν, καθότι ἐλάλησε, φυλάξασθε τὴν λατρείαν ταύτην.
26 And it shall be, when your children say to you, ‘What do you mean by this service?’
26 καὶ ἔσται ἐὰν λέγωσι πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· τίς ἡ λατρεία αὕτη;
27 that you shall say, ‘It is the Passover sacrifice of the LORD, who passed over the houses of the children of Israel in Egypt when He struck the Egyptians and delivered our households.’ ” So the people bowed their heads and worshiped.
27 καὶ ἐρεῖτε αὐτοῖς· θυσία τὸ πάσχα τοῦτο Κυρίῳ, ὡς ἐσκέπασε τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξε τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο. καὶ κύψας ὁ λαὸς προσεκύνησε.
28 Then the children of Israel went away and did so; just as the LORD had commanded Moses and Aaron, so they did.
28 καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρών, οὕτως ἐποίησαν.
29 And it came to pass at midnight that the LORD struck all the firstborn in the land of Egypt, from the firstborn of Pharaoh who sat on his throne to the firstborn of the captive who was in the dungeon, and all the firstborn of livestock.
29 Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους.
30 So Pharaoh rose in the night, he, all his servants, and all the Egyptians; and there was a great cry in Egypt, for there was not a house where there was not one dead.
30 καὶ ἀναστὰς Φαραὼ νυκτὸς καὶ οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήθη κραυγή μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς.
31 Then he called for Moses and Aaron by night, and said, “Rise, go out from among my people, both you and the children of Israel. And go, serve the LORD as you have said.
31 καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν νυκτὸς καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ· βαδίζετε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, καθὰ λέγετε·
32 Also take your flocks and your herds, as you have said, and be gone; and bless me also.”
32 καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, εὐλογήσατε δὲ κἀμέ.
33 And the Egyptians urged the people, that they might send them out of the land in haste. For they said, “We shall all be dead.”
33 καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς· εἶπαν γάρ, ὅτι πάντες ἡμεῖς ἀποθνήσκομεν.
34 So the people took their dough before it was leavened, having their kneading bowls bound up in their clothes on their shoulders.
34 ἀνέλαβε δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων.
35 Now the children of Israel had done according to the word of Moses, and they had asked from the Egyptians articles of silver, articles of gold, and clothing.
35 οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν·
36 And the LORD had given the people favor in the sight of the Egyptians, so that they granted them what they requested. Thus they plundered the Egyptians.
36 καὶ ἔδωκε Κύριος τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.
37 Then the children of Israel journeyed from Rameses to Succoth, about six hundred thousand men on foot, besides children.
37 Ἀπάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ραμεσσῆ εἰς Σοκχώθ εἰς ἑξακοσίας χιλιάδας πεζῶν, οἱ ἄνδρες, πλὴν τῆς ἀποσκευῆς,
38 A mixed multitude went up with them also, and flocks and herds—a great deal of livestock.
38 καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα.
39 And they baked unleavened cakes of the dough which they had brought out of Egypt; for it was not leavened, because they were driven out of Egypt and could not wait, nor had they prepared provisions for themselves.
39 καὶ ἔπεψαν τὸ σταῖς, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους· οὐ γὰρ ἐζυμώθη· ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν.
40 Now the sojourn of the children of Israel who lived in Egypt was four hundred and thirty years.
40 ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη τετρακόσια τριάκοντα.
41 And it came to pass at the end of the four hundred and thirty years—on that very same day—it came to pass that all the armies of the LORD went out from the land of Egypt.
41 καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.
42 It is a night of solemn observance to the LORD for bringing them out of the land of Egypt. This is that night of the LORD, a solemn observance for all the children of Israel throughout their generations.
42 προφυλακή ἐστι τῷ Κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ Κυρίῳ, ὥστε πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ εἶναι εἰς γενεὰς αὐτῶν.
43 And the LORD said to Moses and Aaron, “This is the ordinance of the Passover: No foreigner shall eat it.
43 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών· οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ·
44 But every man’s servant who is bought for money, when you have circumcised him, then he may eat it.
44 καὶ πάντα οἰκέτην ἢ ἀργυρώνητον περιτεμεῖς αὐτόν, καὶ τότε φάγεται ἀπ᾿ αὐτοῦ·
45 A sojourner and a hired servant shall not eat it.
45 πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ.
46 In one house it shall be eaten; you shall not carry any of the flesh outside the house, nor shall you break one of its bones.
46 ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ.
47 All the congregation of Israel shall keep it.
47 πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ποιήσει αὐτό.
48 And when a stranger dwells with you and wants to keep the Passover to the LORD, let all his males be circumcised, and then let him come near and keep it; and he shall be as a native of the land. For no uncircumcised person shall eat it.
48 ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πάσχα Κυρίῳ, περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ.
49 One law shall be for the native-born and for the stranger who dwells among you.”
49 νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν.
50 Thus all the children of Israel did; as the LORD commanded Moses and Aaron, so they did.
50 καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρὼν πρὸς αὐτούς, οὕτως ἐποίησαν.
51 And it came to pass, on that very same day, that the LORD brought the children of Israel out of the land of Egypt according to their armies.
51 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξήγαγε Κύριος τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν.
NKJV translation