en
Old Testament
1 On that day King Ahasuerus gave Queen Esther the house of Haman, the enemy of the Jews. And Mordecai came before the king, for Esther had told how he was related to her.
1 ΚΑΙ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Ἐσθὴρ ὅσα ὑπῆρχεν Ἀμὰν τῷ διαβόλῳ, καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως· ὑπέδειξε γὰρ Ἐσθήρ, ὅτι ἐνοικείωται αὐτῇ.
2 So the king took off his signet ring, which he had taken from Haman, and gave it to Mordecai; and Esther appointed Mordecai over the house of Haman.
2 ἔλαβε δὲ ὁ βασιλεὺς τὸν δακτύλιον, ὃν ἀφείλετο Ἀμάν, καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ, καὶ κατέστησεν Ἐσθὴρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Ἀμάν.
3 Now Esther spoke again to the king, fell down at his feet, and implored him with tears to counteract the evil of Haman the Agagite, and the scheme which he had devised against the Jews.
3 καὶ προσθεῖσα ἐλάλησε πρὸς τὸν βασιλέα καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀφελεῖν τὴν Ἀμὰν κακίαν καὶ ὅσα ἐποίησε τοῖς Ἰουδαίοις.
4 And the king held out the golden scepter toward Esther. So Esther arose and stood before the king,
4 ἐξέτεινε δὲ ὁ βασιλεὺς Ἐσθὴρ τὴν ράβδον τὴν χρυσῆν, ἐξηγέρθη δὲ Ἐσθὴρ παρεστηκέναι τῷ βασιλεῖ,
5 and said, “If it pleases the king, and if I have found favor in his sight and the thing seems right to the king and I am pleasing in his eyes, let it be written to revoke the letters devised by Haman, the son of Hammedatha the Agagite, which he wrote to annihilate the Jews who are in all the king’s provinces.
5 καὶ εἶπεν Ἐσθήρ· εἰ δοκεῖ σοι καὶ εὗρον χάριν, πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Ἀμάν, τὰ γραφέντα ἀπολέσθαι τοὺς Ἰουδαίους, οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου·
6 For how can I endure to see the evil that will come to my people? Or how can I endure to see the destruction of my countrymen?”
6 πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου;
7 Then King Ahasuerus said to Queen Esther and Mordecai the Jew, “Indeed, I have given Esther the house of Haman, and they have hanged him on the gallows because he tried to lay his hand on the Jews.
7 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ· εἰ πάντα τὰ ὑπάρχοντα Ἀμὰν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου, ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ἰουδαίοις, τί ἔτι ἐπιζητεῖς;
8 You yourselves write a decree concerning the Jews, as you please, in the king’s name, and seal it with the king’s signet ring; for whatever is written in the king’s name and sealed with the king’s signet ring no one can revoke.”
8 γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου, ὡς δοκεῖ ὑμῖν, καὶ σφραγίσατε τῷ δακτυλίῳ μου· ὅσα γὰρ γράφετε τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίω μου, οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν.
9 So the king’s scribes were called at that time, in the third month, which is the month of Sivan, on the twenty-third day; and it was written, according to all that Mordecai commanded, to the Jews, the satraps, the governors, and the princes of the provinces from India to Ethiopia, one hundred and twenty-seven provinces in all, to every province in its own script, to every people in their own language, and to the Jews in their own script and language.
9 ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί, ὅς ἐστι Νισάν, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράφη τοῖς Ἰουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν, ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ἑκατὸν εἰκοσιεπτὰ σατράπαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν ἑαυτῶν λέξιν.
10 And he wrote in the name of King Ahasuerus, sealed it with the king’s signet ring, and sent letters by couriers on horseback, riding on royal horses bred from swift steeds.
10 ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ, καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιοφόρων,
11 By these letters the king permitted the Jews who were in every city to gather together and protect their lives—to destroy, kill, and annihilate all the forces of any people or province that would assault them, both little children and women, and to plunder their possessions,
11 ὡς ἐπέταξε αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηθῆσαί τε αὐτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν, ὡς βούλονται,
12 on one day in all the provinces of King Ahasuerus, on the thirteenth day of the twelfth month, which is the month of Adar.
12 ἐν ἡμέρα μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἀδάρ.
13 A copy of the document was to be issued as a decree in every province and published for all people, so that the Jews would be ready on that day to avenge themselves on their enemies.
12α Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα·
14 The couriers who rode on royal horses went out, hastened and pressed on by the king’s command. And the decree was issued in Shushan the citadel.
12β <βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν.
15 So Mordecai went out from the presence of the king in royal apparel of blue and white, with a great crown of gold and a garment of fine linen and purple; and the city of Shushan rejoiced and was glad.
12γ πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσιν μηχανᾶσθαι·
16 The Jews had light and gladness, joy and honor.
12δ καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην.
17 And in every province and city, wherever the king’s command and decree came, the Jews had joy and gladness, a feast and a holiday. Then many of the people of the land became Jews, because fear of the Jews fell upon them.
12ε πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπ᾿ ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα, περιέβαλε συμφοραῖς ἀνηκέστοις,
12ζ τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην.
12η σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι,
12θ καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετ᾿ εἰρήνης παρεξόμεθα,
12ι χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ᾿ ἐπιεικεστέρας ἀπαντήσεως.
12κ ὡς γὰρ Ἀμὰν Ἀμαδάθου Μακεδών, ταῖς ἀληθείας ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωθεὶς ἡμῖν
12λ ἔτυχεν, ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν·
12μ οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος,
12ν τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν·
12ξ διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι.
12ο ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις,
12π ὄντας δὲ υἱοὺς τοῦ Ὑψίστου μεγίστου ζῶντος Θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει.
12ρ καλῶς οὗν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδάθου ἀποσταλεῖσι γράμμασι διὰ τὸν αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν.
12σ τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας, ἐᾶν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τῇ αὐτῇ ἡμέρᾳ·
12τ ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντ᾿ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην.
12υ καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγεται, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ᾖ ἡμῖν καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι μνημόσυνον τῆς ἀπωλείας.
12φ πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ᾿ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται.
13 τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν, πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους>.
14 Οἱ μὲν οὗν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις.
15 ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν.
16 τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη·
17 κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα, οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα, χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη. καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμνοντο καὶ ἰουδάϊζον διὰ τὸν φόβον τῶν Ἰουδαίων.
NKJV translation