en
Old Testament
1 Remember now your Creator in the days of your youth, Before the difficult days come, And the years draw near when you say, “I have no pleasure in them”:
1 ΚΑΙ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς· οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα·
2 While the sun and the light, The moon and the stars, Are not darkened, And the clouds do not return after the rain;
2 ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ·
3 In the day when the keepers of the house tremble, And the strong men bow down; When the grinders cease because they are few, And those that look through the windows grow dim;
3 ἐν ἡμέρᾳ, ᾗ ἐὰν σαλευθῶσι φύλακες τῆς οἰκίας καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς·
4 When the doors are shut in the streets, And the sound of grinding is low; When one rises up at the sound of a bird, And all the daughters of music are brought low.
4 καὶ κλείσουσι θύρας ἐν ἀγορᾷ, ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης, καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος·
5 Also they are afraid of height, And of terrors in the way; When the almond tree blossoms, The grasshopper is a burden, And desire fails. For man goes to his eternal home, And the mourners go about the streets.
5 καὶ ἀπὸ ὕψους ὄψονται, καὶ θάμβοι ἐν τῇ ὁδῷ· καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρίς, καὶ διασκεδασθῇ ἡ κάππαρις, ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι·
6 Remember your Creator before the silver cord is loosed, Or the golden bowl is broken, Or the pitcher shattered at the fountain, Or the wheel broken at the well.
6 ἕως ὅτου μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου, καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου, καὶ συντριβῇ ὑδρία ἐπὶ τῇ πηγῇ, καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον,
7 Then the dust will return to the earth as it was, And the spirit will return to God who gave it.
7 καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεόν, ὃς ἔδωκεν αὐτό.
8 “Vanity of vanities,” says the Preacher, “All is vanity.”
8 ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης.
9 And moreover, because the Preacher was wise, he still taught the people knowledge; yes, he pondered and sought out and set in order many proverbs.
9 Καὶ περισσὸν ὅτι ἐγένετο ἐκκλησιαστὴς σοφός, ὅτι ἐδίδαξε γνῶσιν σὺν τὸν λαόν, καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν.
10 The Preacher sought to find acceptable words; and what was written was upright—words of truth.
10 πολλὰ ἐζήτησεν ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος, λόγους ἀληθείας.
11 The words of the wise are like goads, and the words of scholars are like well-driven nails, given by one Shepherd.
11 Λόγοι σοφῶν ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς
12 And further, my son, be admonished by these. Of making many books there is no end, and much study is wearisome to the flesh.
12 καὶ περισσὸν ἐξ αὐτῶν. υἱὲ μου, φύλαξαι, τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ ἔστι περασμός, καὶ μελέτη πολλὴ κόπωσις σαρκός.
13 Let us hear the conclusion of the whole matter: Fear God and keep His commandments, For this is man’s all.
13 Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ὁ ἄνθρωπος.
14 For God will bring every work into judgment, Including every secret thing, Whether good or evil.
14 ὅτι σύμπαν τὸ ποίημα ὁ Θεὸς ἄξει ἐν κρίσει, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.
NKJV translation