en
Old Testament
1 Cast your bread upon the waters, For you will find it after many days.
1 ΑΠΟΣΤΕΙΛΟΝ τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει ἡμερῶν εὑρήσεις αὐτόν·
2 Give a serving to seven, and also to eight, For you do not know what evil will be on the earth.
2 δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
3 If the clouds are full of rain, They empty themselves upon the earth; And if a tree falls to the south or the north, In the place where the tree falls, there it shall lie.
3 ἐὰν πλησθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ, τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται.
4 He who observes the wind will not sow, And he who regards the clouds will not reap.
4 τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει.
5 As you do not know what is the way of the wind, Or how the bones grow in the womb of her who is with child, So you do not know the works of God who makes everything.
5 ἐν οἷς οὐκ ἔστι γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος. ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει σὺν τὰ πάντα.
6 In the morning sow your seed, And in the evening do not withhold your hand; For you do not know which will prosper, Either this or that, Or whether both alike will be good.
6 ἐν τῷ πρωΐ σπεῖρον τὸ σπέρμα σου, καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἢ τοῦτο ἢ τοῦτο, καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά.
7 Truly the light is sweet, And it is pleasant for the eyes to behold the sun;
7 καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον·
8 But if a man lives many years And rejoices in them all, Yet let him remember the days of darkness, For they will be many. All that is coming is vanity.
8 ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται· πᾶν τὸ ἐρχόμενον ματαιότης.
9 Rejoice, O young man, in your youth, And let your heart cheer you in the days of your youth; Walk in the ways of your heart, And in the sight of your eyes; But know that for all these God will bring you into judgment.
9 Εὐφραίνου, νεανίσκε, ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος καὶ μὴ ἐν ὁράσει ὀφθαλμῶν σου καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς ἐν κρίσει.
10 Therefore remove sorrow from your heart, And put away evil from your flesh, For childhood and youth are vanity.
10 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.
NKJV translation