en
Old Testament
1 Dead flies putrefy the perfumer’s ointment, And cause it to give off a foul odor; So does a little folly to one respected for wisdom and honor.
1 ΜΥΙΑΙ θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύσματος· τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλην,
2 A wise man’s heart is at his right hand, But a fool’s heart at his left.
2 καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ, καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ·
3 Even when a fool walks along the way, He lacks wisdom, And he shows everyone that he is a fool.
3 καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν.
4 If the spirit of the ruler rises against you, Do not leave your post; For conciliation pacifies great offenses.
4 ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.
5 There is an evil I have seen under the sun, As an error proceeding from the ruler:
5 ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ὃ ἐξῆλθεν ἀπὸ προσώπου ἐξουσιάζοντος·
6 Folly is set in great dignity, While the rich sit in a lowly place.
6 ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται.
7 I have seen servants on horses, While princes walk on the ground like servants.
7 εἶδον δούλους ἐφ᾿ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
8 He who digs a pit will fall into it, And whoever breaks through a wall will be bitten by a serpent.
8 ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις.
9 He who quarries stones may be hurt by them, And he who splits wood may be endangered by it.
9 ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς, σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς.
10 If the ax is dull, And one does not sharpen the edge, Then he must use more strength; But wisdom brings success.
10 ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία.
11 A serpent may bite when it is not charmed; The babbler is no different.
11 ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περισσεία τῷ ἐπᾳ£δοντι.
12 The words of a wise man’s mouth are gracious, But the lips of a fool shall swallow him up;
12 λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν·
13 The words of his mouth begin with foolishness, And the end of his talk is raving madness.
13 ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσύνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά,
14 A fool also multiplies words. No man knows what is to be; Who can tell him what will be after him?
14 καὶ ὁ ἄφρων πληθύνει λόγους, οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον, ὅτι ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ;
15 The labor of fools wearies them, For they do not even know how to go to the city!
15 μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν.
16 Woe to you, O land, when your king is a child, And your princes feast in the morning!
16 οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου πρωΐ ἐσθίουσι.
17 Blessed are you, O land, when your king is the son of nobles, And your princes feast at the proper time— For strength and not for drunkenness!
17 μακαρία σύ, γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται.
18 Because of laziness the building decays, And through idleness of hands the house leaks.
18 ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία.
19 A feast is made for laughter, And wine makes merry; But money answers everything.
19 εἰς γέλωτα ποιοῦσιν ἄρτον καὶ οἶνον καὶ ἔλαιον τοῦ εὐφρανθῆναι ζῶντας, καὶ τοῦ ἀργυρίου ταπεινώσει ἐπακούσεται τὰ πάντα.
20 Do not curse the king, even in your thought; Do not curse the rich, even in your bedroom; For a bird of the air may carry your voice, And a bird in flight may tell the matter.
20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν φωνήν σου, καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου.
NKJV translation