en
Old Testament
1 “Now this is the commandment, and these are the statutes and judgments which the LORD your God has commanded to teach you, that you may observe them in the land which you are crossing over to possess,
1 ΚΑΙ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν,
2 that you may fear the LORD your God, to keep all His statutes and His commandments which I command you, you and your son and your grandson, all the days of your life, and that your days may be prolonged.
2 ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.
3 Therefore hear, O Israel, and be careful to observe it, that it may be well with you, and that you may multiply greatly as the LORD God of your fathers has promised you— ‘a land flowing with milk and honey.’
3 καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξον ποιεῖν, ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησε Κύριος ὁ Θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ρέουσαν γάλα καὶ μέλι. καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.
4 “Hear, O Israel: The LORD our God, the LORD is one!
4 Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
5 You shall love the LORD your God with all your heart, with all your soul, and with all your strength.
5 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.
6 “And these words which I command you today shall be in your heart.
6 καὶ ἔσται τὰ ρήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν ψυχῇ σου·
7 You shall teach them diligently to your children, and shall talk of them when you sit in your house, when you walk by the way, when you lie down, and when you rise up.
7 καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος·
8 You shall bind them as a sign on your hand, and they shall be as frontlets between your eyes.
8 καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου·
9 You shall write them on the doorposts of your house and on your gates.
9 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν.
10 “So it shall be, when the LORD your God brings you into the land of which He swore to your fathers, to Abraham, Isaac, and Jacob, to give you large and beautiful cities which you did not build,
10 Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου, τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ δοῦναί σοι, πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας,
11 houses full of all good things, which you did not fill, hewn-out wells which you did not dig, vineyards and olive trees which you did not plant— when you have eaten and are full—
11 οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς
12 then beware, lest you forget the LORD who brought you out of the land of Egypt, from the house of bondage.
12 πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
13 You shall fear the LORD your God and serve Him, and shall take oaths in His name.
13 Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.
14 You shall not go after other gods, the gods of the peoples who are all around you
14 οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν,
15 (for the LORD your God is a jealous God among you), lest the anger of the LORD your God be aroused against you and destroy you from the face of the earth.
15 ὅτι ὁ Θεὸς ζηλωτὴς Κύριος ὁ Θεός σου ἐν σοί, μὴ ὀργισθεὶς θυμῷ Κύριος ὁ Θεός σού σοι ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς.
16 “You shall not tempt the LORD your God as you tempted Him in Massah.
16 οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ.
17 You shall diligently keep the commandments of the LORD your God, His testimonies, and His statutes which He has commanded you.
17 φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι·
18 And you shall do what is right and good in the sight of the LORD, that it may be well with you, and that you may go in and possess the good land of which the LORD swore to your fathers,
18 καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν,
19 to cast out all your enemies from before you, as the LORD has spoken.
19 ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος.
20 “When your son asks you in time to come, saying, ‘What is the meaning of the testimonies, the statutes, and the judgments which the LORD our God has commanded you?’
20 Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων· τί ἐστι τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν;
21 then you shall say to your son: ‘We were slaves of Pharaoh in Egypt, and the LORD brought us out of Egypt with a mighty hand;
21 καὶ ἐρεῖς τῷ υἱῷ σου· οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ.
22 and the LORD showed signs and wonders before our eyes, great and severe, against Egypt, Pharaoh, and all his household.
22 καὶ ἔδωκε Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν·
23 Then He brought us out from there, that He might bring us in, to give us the land of which He swore to our fathers.
23 καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δοῦναι ἡμῖν τὴν γῆν ταύτην, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν ἡμῶν.
24 And the LORD commanded us to observe all these statutes, to fear the LORD our God, for our good always, that He might preserve us alive, as it is this day.
24 καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι Κύριον τὸν Θεὸν ἡμῶν, ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον.
25 Then it will be righteousness for us, if we are careful to observe all these commandments before the LORD our God, as He has commanded us.’
25 καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν.
NKJV translation