en
Old Testament
1 Then Moses went up from the plains of Moab to Mount Nebo, to the top of Pisgah, which is across from Jericho. And the LORD showed him all the land of Gilead as far as Dan,
1 ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου Ἰεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν
2 all Naphtali and the land of Ephraim and Manasseh, all the land of Judah as far as the Western Sea,
2 καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν Ἐφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
3 the South, and the plain of the Valley of Jericho, the city of palm trees, as far as Zoar.
3 καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ἱεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ.
4 Then the LORD said to him, “This is the land of which I swore to give Abraham, Isaac, and Jacob, saying, ‘I will give it to your descendants.’ I have caused you to see it with your eyes, but you shall not cross over there.”
4 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
5 So Moses the servant of the LORD died there in the land of Moab, according to the word of the LORD.
5 καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ρήματος Κυρίου.
6 And He buried him in a valley in the land of Moab, opposite Beth Peor; but no one knows his grave to this day.
6 καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
7 Moses was one hundred and twenty years old when he died. His eyes were not dim nor his natural vigor diminished.
7 Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ.
8 And the children of Israel wept for Moses in the plains of Moab thirty days. So the days of weeping and mourning for Moses ended.
8 καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.
9 Now Joshua the son of Nun was full of the spirit of wisdom, for Moses had laid his hands on him; so the children of Israel heeded him, and did as the LORD had commanded Moses.
9 καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
10 But since then there has not arisen in Israel a prophet like Moses, whom the LORD knew face to face,
10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον,
11 in all the signs and wonders which the LORD sent him to do in the land of Egypt, before Pharaoh, before all his servants, and in all his land,
11 ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
12 and by all that mighty power and all the great terror which Moses performed in the sight of all Israel.
12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς Ἰσραήλ.
NKJV translation