en
Old Testament
1 Now this is the blessing with which Moses the man of God blessed the children of Israel before his death.
1 ΚΑΙ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ·
2 And he said: “The LORD came from Sinai, And dawned on them from Seir; He shone forth from Mount Paran, And He came with ten thousands of saints; From His right hand Came a fiery law for them.
2 καὶ εἶπε· Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ.
3 Yes, He loves the people; All His saints are in Your hand; They sit down at Your feet; Everyone receives Your words.
3 καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσι, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
4 Moses commanded a law for us, A heritage of the congregation of Jacob.
4 νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.
5 And He was King in Jeshurun, When the leaders of the people were gathered, All the tribes of Israel together.
5 καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ.
6 “Let Reuben live, and not die, Nor let his men be few.”
6 ζήτω Ρουβὴν καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
7 And this he said of Judah: “Hear, LORD, the voice of Judah, And bring him to his people; Let his hands be sufficient for him, And may You be a help against his enemies.”
7 καὶ αὕτη Ἰούδα. εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.
8 And of Levi he said: “Let Your Thummim and Your Urim be with Your holy one, Whom You tested at Massah, And with whom You contended at the waters of Meribah,
8 καὶ τῷ Λευὶ εἶπε· δότε Λευὶ δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ, τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας·
9 Who says of his father and mother, ‘I have not seen them’; Nor did he acknowledge his brothers, Or know his own children; For they have observed Your word And kept Your covenant.
9 ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί· οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησε.
10 They shall teach Jacob Your judgments, And Israel Your law. They shall put incense before You, And a whole burnt sacrifice on Your altar.
10 δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
11 Bless his substance, LORD, And accept the work of his hands; Strike the loins of those who rise against him, And of those who hate him, that they rise not again.”
11 εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τά ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.
12 Of Benjamin he said: “The beloved of the LORD shall dwell in safety by Him, Who shelters him all the day long; And he shall dwell between His shoulders.”
12 καὶ τῷ Βενιαμὶν εἶπεν· ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεὸς σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.
13 And of Joseph he said: “Blessed of the LORD is his land, With the precious things of heaven, with the dew, And the deep lying beneath,
13 καὶ τῷ Ἰωσὴφ εἶπεν· ἀπ᾿ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
14 With the precious fruits of the sun, With the precious produce of the months,
14 καὶ καθ᾿ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν,
15 With the best things of the ancient mountains, With the precious things of the everlasting hills,
15 ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων
16 With the precious things of the earth and its fullness, And the favor of Him who dwelt in the bush. Let the blessing come ‘on the head of Joseph, And on the crown of the head of him who was separate from his brothers.’
16 καὶ καθ᾿ ὥραν γῆς πληρώσεως. καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσήφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπ᾿ ἀδελφοῖς.
17 His glory is like a firstborn bull, And his horns like the horns of the wild ox; Together with them He shall push the peoples To the ends of the earth; They are the ten thousands of Ephraim, And they are the thousands of Manasseh.”
17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ᾿ ἄκρου γῆς. αὗται μυριάδες Ἐφραΐμ, καὶ αὗται χιλιάδες Μανασσῆ.
18 And of Zebulun he said: “Rejoice, Zebulun, in your going out, And Issachar in your tents!
18 καὶ τῷ Ζαβουλὼν εἶπεν· εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου καὶ Ἰσσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
19 They shall call the peoples to the mountain; There they shall offer sacrifices of righteousness; For they shall partake of the abundance of the seas And of treasures hidden in the sand.”
19 ἔθνη ἐξολοθρεύσουσι, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων.
20 And of Gad he said: “Blessed is he who enlarges Gad; He dwells as a lion, And tears the arm and the crown of his head.
20 καὶ τῷ Γὰδ εἶπεν· εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα.
21 He provided the first part for himself, Because a lawgiver’s portion was reserved there. He came with the heads of the people; He administered the justice of the LORD, And His judgments with Israel.”
21 καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησε καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.
22 And of Dan he said: “Dan is a lion’s whelp; He shall leap from Bashan.”
22 καὶ τῷ Δὰν εἶπε· Δὰν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν.
23 And of Naphtali he said: “O Naphtali, satisfied with favor, And full of the blessing of the LORD, Possess the west and the south.”
23 καὶ τῷ Νεφθαλὶ εἶπε· Νεφθαλὶ πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίας παρὰ Κυρίου· θάλασσαν καὶ λίβα κληρονομήσει.
24 And of Asher he said: “Asher is most blessed of sons; Let him be favored by his brothers, And let him dip his foot in oil.
24 καὶ τῷ Ἀσὴρ εἶπεν· εὐλογημένος ἀπὸ τέκνων Ἀσὴρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ·
25 Your sandals shall be iron and bronze; As your days, so shall your strength be.
25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου.
26 “There is no one like the God of Jeshurun, Who rides the heavens to help you, And in His excellency on the clouds.
26 οὔκ ἐστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.
27 The eternal God is your refuge, And underneath are the everlasting arms; He will thrust out the enemy from before you, And will say, ‘Destroy!’
27 καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ καὶ ὑπὸ ἰσχὺ βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων· ἀπόλοιο.
28 Then Israel shall dwell in safety, The fountain of Jacob alone, In a land of grain and new wine; His heavens shall also drop dew.
28 καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συνεφφὴς δρόσῳ.
29 Happy are you, O Israel! Who is like you, a people saved by the LORD, The shield of your help And the sword of your majesty! Your enemies shall submit to you, And you shall tread down their high places.”
29 μακάριος σύ, Ἰσραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
NKJV translation