en
Old Testament
1 “Give ear, O heavens, and I will speak; And hear, O earth, the words of my mouth.
1 ΠΡΟΣΕΧΕ οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ρήματα ἐκ στόματός μου.
2 Let my teaching drop as the rain, My speech distill as the dew, As raindrops on the tender herb, And as showers on the grass.
2 προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ρήματά μου, ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγνωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
3 For I proclaim the name of the LORD: Ascribe greatness to our God.
3 ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν.
4 He is the Rock, His work is perfect; For all His ways are justice, A God of truth and without injustice; Righteous and upright is He.
4 Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία, δίκαιος καὶ ὅσιος Κύριος.
5 “They have corrupted themselves; They are not His children, Because of their blemish: A perverse and crooked generation.
5 ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη.
6 Do you thus deal with the LORD, O foolish and unwise people? Is He not your Father, who bought you? Has He not made you and established you?
6 ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;
7 “Remember the days of old, Consider the years of many generations. Ask your father, and he will show you; Your elders, and they will tell you:
7 μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεᾶς γενεῶν· ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.
8 When the Most High divided their inheritance to the nations, When He separated the sons of Adam, He set the boundaries of the peoples According to the number of the children of Israel.
8 ὅτε διεμέριζεν ὁ ¨Υψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ,
9 For the LORD’s portion is His people; Jacob is the place of His inheritance.
9 καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
10 “He found him in a desert land And in the wasteland, a howling wilderness; He encircled him, He instructed him, He kept him as the apple of His eye.
10 αὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ,
11 As an eagle stirs up its nest, Hovers over its young, Spreading out its wings, taking them up, Carrying them on its wings,
11 ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶ μεταφρένων αὐτοῦ.
12 So the LORD alone led him, And there was no foreign god with him.
12 Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ᾿ αὐτῶν θεὸς ἀλλότριος.
13 “He made him ride in the heights of the earth, That he might eat the produce of the fields; He made him draw honey from the rock, And oil from the flinty rock;
13 ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας,
14 Curds from the cattle, and milk of the flock, With fat of lambs; And rams of the breed of Bashan, and goats, With the choicest wheat; And you drank wine, the blood of the grapes.
14 βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον.
15 “But Jeshurun grew fat and kicked; You grew fat, you grew thick, You are obese! Then he forsook God who made him, And scornfully esteemed the Rock of his salvation.
15 καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.
16 They provoked Him to jealousy with foreign gods; With abominations they provoked Him to anger.
16 παρώξυνάν με ἐπ᾿ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανάν με·
17 They sacrificed to demons, not to God, To gods they did not know, To new gods, new arrivals That your fathers did not fear.
17 ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
18 Of the Rock who begot you, you are unmindful, And have forgotten the God who fathered you.
18 Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.
19 “And when the LORD saw it, He spurned them, Because of the provocation of His sons and His daughters.
19 καὶ εἶδε Κύριος καὶ ἐζήλωσε καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων
20 And He said: ‘I will hide My face from them, I will see what their end will be, For they are a perverse generation, Children in whom is no faith.
20 καὶ εἶπεν· ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
21 They have provoked Me to jealousy by what is not God; They have moved Me to anger by their foolish idols. But I will provoke them to jealousy by those who are not a nation; I will move them to anger by a foolish nation.
21 αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ Θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
22 For a fire is kindled in My anger, And shall burn to the lowest hell; It shall consume the earth with her increase, And set on fire the foundations of the mountains.
22 ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων.
23 ‘I will heap disasters on them; I will spend My arrows on them.
23 συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.
24 They shall be wasted with hunger, Devoured by pestilence and bitter destruction; I will also send against them the teeth of beasts, With the poison of serpents of the dust.
24 τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν.
25 The sword shall destroy outside; There shall be terror within For the young man and virgin, The nursing child with the man of gray hairs.
25 ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβύτου.
26 I would have said, “I will dash them in pieces, I will make the memory of them to cease from among men,”
26 εἶπα· διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν,
27 Had I not feared the wrath of the enemy, Lest their adversaries should misunderstand, Lest they should say, “Our hand is high; And it is not the LORD who has done all this.” ’
27 εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν, ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι, μὴ εἴπωσιν· ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα.
28 “For they are a nation void of counsel, Nor is there any understanding in them.
28 ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
29 Oh, that they were wise, that they understood this, That they would consider their latter end!
29 οὐκ ἐφρόνησαν συνιέναι ταῦτα· καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
30 How could one chase a thousand, And two put ten thousand to flight, Unless their Rock had sold them, And the LORD had surrendered them?
30 πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς καὶ Κύριος παρέδωκεν αὐτούς;
31 For their rock is not like our Rock, Even our enemies themselves being judges.
31 ὅτι οὐκ εἰσὶν ὡς ὁ Θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.
32 For their vine is of the vine of Sodom And of the fields of Gomorrah; Their grapes are grapes of gall, Their clusters are bitter.
32 ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς·
33 Their wine is the poison of serpents, And the cruel venom of cobras.
33 θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος.
34 ‘Is this not laid up in store with Me, Sealed up among My treasures?
34 οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ᾿ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
35 Vengeance is Mine, and recompense; Their foot shall slip in due time; For the day of their calamity is at hand, And the things to come hasten upon them.’
35 ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν, ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
36 “For the LORD will judge His people And have compassion on His servants, When He sees that their power is gone, And there is no one remaining, bond or free.
36 ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.
37 He will say: ‘Where are their gods, The rock in which they sought refuge?
37 καὶ εἶπε Κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾿ οἷς ἐπεποίθεισαν ἐπ᾿ αὐτοῖς;
38 Who ate the fat of their sacrifices, And drank the wine of their drink offering? Let them rise and help you, And be your refuge.
38 ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.
39 ‘Now see that I, even I, am He, And there is no God besides Me; I kill and I make alive; I wound and I heal; Nor is there any who can deliver from My hand.
39 ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
40 For I raise My hand to heaven, And say, “As I live forever,
40 ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα,
41 If I whet My glittering sword, And My hand takes hold on judgment, I will render vengeance to My enemies, And repay those who hate Me.
41 ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω·
42 I will make My arrows drunk with blood, And My sword shall devour flesh, With the blood of the slain and the captives, From the heads of the leaders of the enemy.” ’
42 μεθύσω τὰ βέλη μου ἀφ᾿ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα, ἀφ᾿ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.
43 “Rejoice, O Gentiles, with His people; For He will avenge the blood of His servants, And render vengeance to His adversaries; He will provide atonement for His land and His people.”
43 εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
44 So Moses came with Joshua the son of Nun and spoke all the words of this song in the hearing of the people.
44 Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ. καὶ εἰσῆλθε Μωυσῆς καὶ ἐλάλησε πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ, αὐτὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
45 Moses finished speaking all these words to all Israel,
45 καὶ συνετέλεσε Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ.
46 and he said to them: “Set your hearts on all the words which I testify among you today, which you shall command your children to be careful to observe—all the words of this law.
46 καὶ εἶπε πρὸς αὐτούς· προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους, οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου·
47 For it is not a futile thing for you, because it is your life, and by this word you shall prolong your days in the land which you cross over the Jordan to possess.”
47 ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
48 Then the LORD spoke to Moses that very same day, saying:
48 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων·
49 “Go up this mountain of the Abarim, Mount Nebo, which is in the land of Moab, across from Jericho; view the land of Canaan, which I give to the children of Israel as a possession;
49 ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ τοῦτο, ὄρος Ναβαῦ, ὅ ἐστιν ἐν γῇ Μωὰβ κατὰ πρόσωπον Ἱεριχώ, καὶ ἰδὲ τὴν γῆν Χαναάν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραήλ, εἰς κατάσχεσιν,
50 and die on the mountain which you ascend, and be gathered to your people, just as Aaron your brother died on Mount Hor and was gathered to his people;
50 καὶ τελεύτα ἐν τῷ ὄρει, εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου, ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ,
51 because you trespassed against Me among the children of Israel at the waters of Meribah Kadesh, in the Wilderness of Zin, because you did not hallow Me in the midst of the children of Israel.
51 ὅτι ἠπειθήσατε τῷ ρήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σίν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ·
52 Yet you shall see the land before you, though you shall not go there, into the land which I am giving to the children of Israel.”
52 ὅτι ἀπέναντι ὄψῃ τὴν γῆν καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
NKJV translation