en
Old Testament
1 Then Moses went and spoke these words to all Israel.
1 ΚΑΙ συνετέλεσε Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραήλ,
2 And he said to them: “I am one hundred and twenty years old today. I can no longer go out and come in. Also the LORD has said to me, ‘You shall not cross over this Jordan.’
2 καὶ εἶπε πρὸς αὐτούς· ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐγώ εἰμι σήμερον· οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, Κύριος δὲ εἶπε πρός με· οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.
3 The LORD your God Himself crosses over before you; He will destroy these nations from before you, and you shall dispossess them. Joshua himself crosses over before you, just as the LORD has said.
3 Κύριος ὁ Θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου, αὐτὸς ἐξολοθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος.
4 And the LORD will do to them as He did to Sihon and Og, the kings of the Amorites and their land, when He destroyed them.
4 καὶ ποιήσει Κύριος ὁ Θεός σου αὐτοῖς καθὼς ἐποίησε Σηὼν καὶ Ὤγ, τοῖς δυσὶ βασιλεῦσι τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλόθρευσεν αὐτούς·
5 The LORD will give them over to you, that you may do to them according to every commandment which I have commanded you.
5 καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν, καὶ ποιήσετε αὐτοῖς, καθότι ἐνετειλάμην ὑμῖν.
6 Be strong and of good courage, do not fear nor be afraid of them; for the LORD your God, He is the One who goes with you. He will not leave you nor forsake you.”
6 ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
7 Then Moses called Joshua and said to him in the sight of all Israel, “Be strong and of good courage, for you must go with this people to the land which the LORD has sworn to their fathers to give them, and you shall cause them to inherit it.
7 καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς·
8 And the LORD, He is the One who goes before you. He will be with you, He will not leave you nor forsake you; do not fear nor be dismayed.”
8 καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδὲ μή σε ἐγκαταλίπῃ· μὴ φοβοῦ μηδὲ δειλία.
9 So Moses wrote this law and delivered it to the priests, the sons of Levi, who bore the ark of the covenant of the LORD, and to all the elders of Israel.
9 Καὶ ἔγραψε Μωυσῆς τὰ ρήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν Ἰσραήλ.
10 And Moses commanded them, saying: “At the end of every seven years, at the appointed time in the year of release, at the Feast of Tabernacles,
10 καὶ ἐνετείλατο Μωυσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας,
11 when all Israel comes to appear before the LORD your God in the place which He chooses, you shall read this law before all Israel in their hearing.
11 ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν·
12 Gather the people together, men and women and little ones, and the stranger who is within your gates, that they may hear and that they may learn to fear the LORD your God and carefully observe all the words of this law,
12 ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσι καὶ ἵνα μάθωσι φοβεῖσθαι Κύριον τὸν Θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τούς λόγους τοῦ νόμου τούτου·
13 and that their children, who have not known it, may hear and learn to fear the LORD your God as long as you live in the land which you cross the Jordan to possess.”
13 καὶ οἱ υἱοὶ αὐτῶν, οἳ οὐκ οἴδασιν, ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
14 Then the LORD said to Moses, “Behold, the days approach when you must die; call Joshua, and present yourselves in the tabernacle of meeting, that I may inaugurate him.” So Moses and Joshua went and presented themselves in the tabernacle of meeting.
14 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον Ἰησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ ἐπορεύθη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
15 Now the LORD appeared at the tabernacle in a pillar of cloud, and the pillar of cloud stood above the door of the tabernacle.
15 καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔστη ὁ στύλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
16 And the LORD said to Moses: “Behold, you will rest with your fathers; and this people will rise and play the harlot with the gods of the foreigners of the land, where they go to be among them, and they will forsake Me and break My covenant which I have made with them.
16 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς οὗτος ὁ λαὸς ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς.
17 Then My anger shall be aroused against them in that day, and I will forsake them, and I will hide My face from them, and they shall be devoured. And many evils and troubles shall befall them, so that they will say in that day, ‘Have not these evils come upon us because our God is not among us?’
17 καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις, καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· διότι οὐκ ἔστι Κύριος ὁ Θεός μου ἐν ἐμοί, εὕροσάν με τὰ κακὰ ταῦτα.
18 And I will surely hide My face in that day because of all the evil which they have done, in that they have turned to other gods.
18 ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας, ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους.
19 “Now therefore, write down this song for yourselves, and teach it to the children of Israel; put it in their mouths, that this song may be a witness for Me against the children of Israel.
19 καὶ νῦν γράψατε τὰ ρήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξατε αὐτὴν τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ.
20 When I have brought them to the land flowing with milk and honey, of which I swore to their fathers, and they have eaten and filled themselves and grown fat, then they will turn to other gods and serve them; and they will provoke Me and break My covenant.
20 εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσι· καί ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου.
21 Then it shall be, when many evils and troubles have come upon them, that this song will testify against them as a witness; for it will not be forgotten in the mouths of their descendants, for I know the inclination of their behavior today, even before I have brought them to the land of which I swore to give them.”
21 καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα, οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν, ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν.
22 Therefore Moses wrote this song the same day, and taught it to the children of Israel.
22 καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ.
23 Then He inaugurated Joshua the son of Nun, and said, “Be strong and of good courage; for you shall bring the children of Israel into the land of which I swore to them, and I will be with you.”
23 καὶ ἐνετείλατο Μωυσῆς Ἰησοῖ καὶ εἶπεν· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ.
24 So it was, when Moses had completed writing the words of this law in a book, when they were finished,
24 Ἡνίκα δὲ συνετέλεσε Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος,
25 that Moses commanded the Levites, who bore the ark of the covenant of the LORD, saying:
25 καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου λέγων·
26 “Take this Book of the Law, and put it beside the ark of the covenant of the LORD your God, that it may be there as a witness against you;
26 λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον.
27 for I know your rebellion and your stiff neck. If today, while I am yet alive with you, you have been rebellious against the LORD, then how much more after my death?
27 ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν· ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ᾿ ὑμῶν σήμερον, παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν Θεόν, πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου;
28 Gather to me all the elders of your tribes, and your officers, that I may speak these words in their hearing and call heaven and earth to witness against them.
28 ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους, καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν·
29 For I know that after my death you will become utterly corrupt, and turn aside from the way which I have commanded you. And evil will befall you in the latter days, because you will do evil in the sight of the LORD, to provoke Him to anger through the work of your hands.”
29 οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν.
30 Then Moses spoke in the hearing of all the assembly of Israel the words of this song until they were ended:
30 καὶ ἐλάλησε Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας τὰ ρήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος.
NKJV translation