en
Old Testament
1 “Now it shall come to pass, if you diligently obey the voice of the LORD your God, to observe carefully all His commandments which I command you today, that the LORD your God will set you high above all nations of the earth.
1 ΚΑΙ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς,
2 And all these blessings shall come upon you and overtake you, because you obey the voice of the LORD your God:
2 καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.
3 “Blessed shall you be in the city, and blessed shall you be in the country.
3 εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ·
4 “Blessed shall be the fruit of your body, the produce of your ground and the increase of your herds, the increase of your cattle and the offspring of your flocks.
4 εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
5 “Blessed shall be your basket and your kneading bowl.
5 εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
6 “Blessed shall you be when you come in, and blessed shall you be when you go out.
6 εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
7 “The LORD will cause your enemies who rise against you to be defeated before your face; they shall come out against you one way and flee before you seven ways.
7 παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.
8 “The LORD will command the blessing on you in your storehouses and in all to which you set your hand, and He will bless you in the land which the LORD your God is giving you.
8 ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.
9 “The LORD will establish you as a holy people to Himself, just as He has sworn to you, if you keep the commandments of the LORD your God and walk in His ways.
9 ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ·
10 Then all peoples of the earth shall see that you are called by the name of the LORD, and they shall be afraid of you.
10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.
11 And the LORD will grant you plenty of goods, in the fruit of your body, in the increase of your livestock, and in the produce of your ground, in the land of which the LORD swore to your fathers to give you.
11 καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου καὶ ἐπὶ τοῖς γενήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
12 The LORD will open to you His good treasure, the heavens, to give the rain to your land in its season, and to bless all the work of your hand. You shall lend to many nations, but you shall not borrow.
12 ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετόν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ· εὐλογήσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι.
13 And the LORD will make you the head and not the tail; you shall be above only, and not be beneath, if you heed the commandments of the LORD your God, which I command you today, and are careful to observe them.
13 καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν·
14 So you shall not turn aside from any of the words which I command you this day, to the right or the left, to go after other gods to serve them.
14 οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον, δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.
15 “But it shall come to pass, if you do not obey the voice of the LORD your God, to observe carefully all His commandments and His statutes which I command you today, that all these curses will come upon you and overtake you:
15 Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήψονταί σε.
16 “Cursed shall you be in the city, and cursed shall you be in the country.
16 ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ·
17 “Cursed shall be your basket and your kneading bowl.
17 ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
18 “Cursed shall be the fruit of your body and the produce of your land, the increase of your cattle and the offspring of your flocks.
18 ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
19 “Cursed shall you be when you come in, and cursed shall you be when you go out.
19 ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
20 “The LORD will send on you cursing, confusion, and rebuke in all that you set your hand to do, until you are destroyed and until you perish quickly, because of the wickedness of your doings in which you have forsaken Me.
20 ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με.
21 The LORD will make the plague cling to you until He has consumed you from the land which you are going to possess.
21 προσκολλήσαι Κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
22 The LORD will strike you with consumption, with fever, with inflammation, with severe burning fever, with the sword, with scorching, and with mildew; they shall pursue you until you perish.
22 πατάξαι σε Κύριος ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ρίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσί σε.
23 And your heavens which are over your head shall be bronze, and the earth which is under you shall be iron.
23 καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ.
24 The LORD will change the rain of your land to powder and dust; from the heaven it shall come down on you until you are destroyed.
24 δῴη Κύριος ὁ Θεός σου τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει.
25 “The LORD will cause you to be defeated before your enemies; you shall go out one way against them and flee seven ways before them; and you shall become troublesome to all the kingdoms of the earth.
25 δῴη σε Κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις βασιλείαις τῆς γῆς.
26 Your carcasses shall be food for all the birds of the air and the beasts of the earth, and no one shall frighten them away.
26 καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.
27 The LORD will strike you with the boils of Egypt, with tumors, with the scab, and with the itch, from which you cannot be healed.
27 πατάξαι σε Κύριος ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι.
28 The LORD will strike you with madness and blindness and confusion of heart.
28 πατάξαι σε Κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας,
29 And you shall grope at noonday, as a blind man gropes in darkness; you shall not prosper in your ways; you shall be only oppressed and plundered continually, and no one shall save you.
29 καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεί τις ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν.
30 “You shall betroth a wife, but another man shall lie with her; you shall build a house, but you shall not dwell in it; you shall plant a vineyard, but shall not gather its grapes.
30 γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ μὴ τρυγήσῃς αὐτόν·
31 Your ox shall be slaughtered before your eyes, but you shall not eat of it; your donkey shall be violently taken away from before you, and shall not be restored to you; your sheep shall be given to your enemies, and you shall have no one to rescue them.
31 ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν·
32 Your sons and your daughters shall be given to another people, and your eyes shall look and fail with longing for them all day long; and there shall be no strength in your hand.
32 οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά, οὐκ ἰσχύσει ἡ χείρ σου·
33 A nation whom you have not known shall eat the fruit of your land and the produce of your labor, and you shall be only oppressed and crushed continually.
33 τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας·
34 So you shall be driven mad because of the sight which your eyes see.
34 καὶ ἔσῃ παράκλητος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ.
35 The LORD will strike you in the knees and on the legs with severe boils which cannot be healed, and from the sole of your foot to the top of your head.
35 πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαι ἰαθῆναί σε ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.
36 “The LORD will bring you and the king whom you set over you to a nation which neither you nor your fathers have known, and there you shall serve other gods—wood and stone.
36 ἀπαγάγοι Κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἂν καταστήσῃς ἐπὶ σεαυτόν, ἐπ᾿ ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις.
37 And you shall become an astonishment, a proverb, and a byword among all nations where the LORD will drive you.
37 καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ.
38 “You shall carry much seed out to the field but gather little in, for the locust shall consume it.
38 σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς.
39 You shall plant vineyards and tend them, but you shall neither drink of the wine nor gather the grapes; for the worms shall eat them.
39 ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι, οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ.
40 You shall have olive trees throughout all your territory, but you shall not anoint yourself with the oil; for your olives shall drop off.
40 ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου.
41 You shall beget sons and daughters, but they shall not be yours; for they shall go into captivity.
41 υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι, ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.
42 Locusts shall consume all your trees and the produce of your land.
42 πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρισύβη.
43 “The alien who is among you shall rise higher and higher above you, and you shall come down lower and lower.
43 ὁ προσήλυτος, ὅς ἐστιν ἐν σοί, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω·
44 He shall lend to you, but you shall not lend to him; he shall be the head, and you shall be the tail.
44 οὗτος δανειεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανειεῖς, σὺ δὲ τούτῳ οὐ δανειεῖς· οὗτος ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά.
45 “Moreover all these curses shall come upon you and pursue and overtake you, until you are destroyed, because you did not obey the voice of the LORD your God, to keep His commandments and His statutes which He commanded you.
45 καὶ ἐλεύσονται ἐπί σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἓως ἂν ἀπολέσῃ σε, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι.
46 And they shall be upon you for a sign and a wonder, and on your descendants forever.
46 καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος,
47 “Because you did not serve the LORD your God with joy and gladness of heart, for the abundance of everything,
47 ἀνθ᾿ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων.
48 therefore you shall serve your enemies, whom the LORD will send against you, in hunger, in thirst, in nakedness, and in need of everything; and He will put a yoke of iron on your neck until He has destroyed you.
48 καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐξαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε.
49 The LORD will bring a nation against you from afar, from the end of the earth, as swift as the eagle flies, a nation whose language you will not understand,
49 ἐπάξει ἐπὶ σὲ Κύριος ἔθνος μακρόθεν ἀπ᾿ ἐσχάτου τῆς γῆς ὡσεί ὅρμημα ἀετοῦ, ἔθνος, ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ,
50 a nation of fierce countenance, which does not respect the elderly nor show favor to the young.
50 ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει,
51 And they shall eat the increase of your livestock and the produce of your land, until you are destroyed; they shall not leave you grain or new wine or oil, or the increase of your cattle or the offspring of your flocks, until they have destroyed you.
51 καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε
52 “They shall besiege you at all your gates until your high and fortified walls, in which you trust, come down throughout all your land; and they shall besiege you at all your gates throughout all your land which the LORD your God has given you.
52 καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾿ οἷς σὺ πέποιθας ἐπ᾿ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι.
53 You shall eat the fruit of your own body, the flesh of your sons and your daughters whom the LORD your God has given you, in the siege and desperate straits in which your enemy shall distress you.
53 καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου.
54 The sensitive and very refined man among you will be hostile toward his brother, toward the wife of his bosom, and toward the rest of his children whom he leaves behind,
54 ὁ ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα, ἃ ἂν καταλειφθῇ αὐτῷ,
55 so that he will not give any of them the flesh of his children whom he will eat, because he has nothing left in the siege and desperate straits in which your enemy shall distress you at all your gates.
55 ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ οὐδὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ ἂν θλίψωσί σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσί σου.
56 The tender and delicate woman among you, who would not venture to set the sole of her foot on the ground because of her delicateness and sensitivity, will refuse to the husband of her bosom, and to her son and her daughter,
56 καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερά, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς
57 her placenta which comes out from between her feet and her children whom she bears; for she will eat them secretly for lack of everything in the siege and desperate straits in which your enemy shall distress you at all your gates.
57 καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ὃ ἐὰν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διά τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς πόλεσί σου.
58 “If you do not carefully observe all the words of this law that are written in this book, that you may fear this glorious and awesome name, THE LORD YOUR GOD,
58 ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ρήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν Θεόν σου,
59 then the LORD will bring upon you and your descendants extraordinary plagues—great and prolonged plagues—and serious and prolonged sicknesses.
59 καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστὰς
60 Moreover He will bring back on you all the diseases of Egypt, of which you were afraid, and they shall cling to you.
60 καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.
61 Also every sickness and every plague, which is not written in this Book of the Law, will the LORD bring upon you until you are destroyed.
61 καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην καὶ πᾶσαν τὴν γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε.
62 You shall be left few in number, whereas you were as the stars of heaven in multitude, because you would not obey the voice of the LORD your God.
62 καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθ᾿ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.
63 And it shall be, that just as the LORD rejoiced over you to do you good and multiply you, so the LORD will rejoice over you to destroy you and bring you to nothing; and you shall be plucked from off the land which you go to possess.
63 καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφ᾿ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς, εἰς ἣν εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
64 “Then the LORD will scatter you among all peoples, from one end of the earth to the other, and there you shall serve other gods, which neither you nor your fathers have known—wood and stone.
64 καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὕς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.
65 And among those nations you shall find no rest, nor shall the sole of your foot have a resting place; but there the LORD will give you a trembling heart, failing eyes, and anguish of soul.
65 ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ᾿ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου, καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν.
66 Your life shall hang in doubt before you; you shall fear day and night, and have no assurance of life.
66 καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου·
67 In the morning you shall say, ‘Oh, that it were evening!’ And at evening you shall say, ‘Oh, that it were morning!’ because of the fear which terrifies your heart, and because of the sight which your eyes see.
67 τὸ πρωΐ ἐρεῖς· πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς· πῶς ἂν γένοιτο πρωΐ; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήση, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.
68 “And the LORD will take you back to Egypt in ships, by the way of which I said to you, ‘You shall never see it again.’ And there you shall be offered for sale to your enemies as male and female slaves, but no one will buy you.”
68 καὶ ἀποστρέψει σε Κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ, ᾗ εἶπα· οὐ προσθήσῃ ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.
69 Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο Κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ.
NKJV translation