en
Old Testament
1 “When you go out to battle against your enemies, and see horses and chariots and people more numerous than you, do not be afraid of them; for the LORD your God is with you, who brought you up from the land of Egypt.
1 ΕΑΝ δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου μετὰ σοῦ ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου.
2 So it shall be, when you are on the verge of battle, that the priest shall approach and speak to the people.
2 καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ καὶ ἐρεῖ πρὸς αὐτούς·
3 And he shall say to them, ‘Hear, O Israel: Today you are on the verge of battle with your enemies. Do not let your heart faint, do not be afraid, and do not tremble or be terrified because of them;
3 ἄκουε, Ἰσραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν,
4 for the LORD your God is He who goes with you, to fight for you against your enemies, to save you.’
4 ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ᾿ ὑμῶν συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς.
5 “Then the officers shall speak to the people, saying: ‘What man is there who has built a new house and has not dedicated it? Let him go and return to his house, lest he die in the battle and another man dedicate it.
5 καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες· τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν.
6 Also what man is there who has planted a vineyard and has not eaten of it? Let him go and return to his house, lest he die in the battle and another man eat of it.
6 καὶ τίς ὁ ἄνθρωπος, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ.
7 And what man is there who is betrothed to a woman and has not married her? Let him go and return to his house, lest he die in the battle and another man marry her.’
7 καὶ τίς ὁ ἄνθρωπος, ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν.
8 “The officers shall speak further to the people, and say, ‘What man is there who is fearful and fainthearted? Let him go and return to his house, lest the heart of his brethren faint like his heart.’
8 καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσι· τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ.
9 And so it shall be, when the officers have finished speaking to the people, that they shall make captains of the armies to lead the people.
9 καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ.
10 “When you go near a city to fight against it, then proclaim an offer of peace to it.
10 Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ ἐκκαλέσαι αὐτοὺς μετ᾿ εἰρήνης·
11 And it shall be that if they accept your offer of peace, and open to you, then all the people who are found in it shall be placed under tribute to you, and serve you.
11 ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσί σοι καὶ ἀνοίξωσί σοι, ἔσται πᾶς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτῇ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου·
12 Now if the city will not make peace with you, but makes war against you, then you shall besiege it.
12 ἐὰν δὲ μὴ ὑπακούσωσί σοι καὶ ποιῶσι πρὸς σὲ πόλεμον, περικαθαριεῖς αὐτήν,
13 And when the LORD your God delivers it into your hands, you shall strike every male in it with the edge of the sword.
13 ἕως ἂν παραδῷ σοι αὐτὴν Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας,
14 But the women, the little ones, the livestock, and all that is in the city, all its spoil, you shall plunder for yourself; and you shall eat the enemies’ plunder which the LORD your God gives you.
14 πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει, καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φαγῇ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι.
15 Thus you shall do to all the cities which are very far from you, which are not of the cities of these nations.
15 οὕτω ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα, αἱ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν.
16 “But of the cities of these peoples which the LORD your God gives you as an inheritance, you shall let nothing that breathes remain alive,
16 ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν ὁ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν, οὐ ζωγρήσετε ἀπ᾿ αὐτῶν πᾶν ἐμπνέον,
17 but you shall utterly destroy them: the Hittite and the Amorite and the Canaanite and the Perizzite and the Hivite and the Jebusite, just as the LORD your God has commanded you,
17 ἀλλ᾿ ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτούς, τὸν Χετταῖον καὶ Ἀμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον καὶ Γεργεσαῖον, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου,
18 lest they teach you to do according to all their abominations which they have done for their gods, and you sin against the LORD your God.
18 ἵνα μὴ διδάξωσι ποιεῖν ὑμᾶς πάντα τὰ βδελύγματα αὐτῶν, ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν.
19 “When you besiege a city for a long time, while making war against it to take it, you shall not destroy its trees by wielding an ax against them; if you can eat of them, do not cut them down to use in the siege, for the tree of the field is man’s food.
19 Ἐὰν δὲ περικαθήσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολοθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ᾿ αὐτὰ σίδηρον, ἀλλ᾿ ἢ ἀπ᾿ αὐτοῦ φαγῇ, αὐτὸ δὲ οὐκ ἐκκόψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα;
20 Only the trees which you know are not trees for food you may destroy and cut down, to build siegeworks against the city that makes war with you, until it is subdued.
20 ἀλλὰ ξύλον, ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, τοῦτο ὀλοθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ.
NKJV translation