en
Old Testament
1 “You are the children of the LORD your God; you shall not cut yourselves nor shave the front of your head for the dead.
1 ΥΙΟΙ ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν· οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ·
2 For you are a holy people to the LORD your God, and the LORD has chosen you to be a people for Himself, a special treasure above all the peoples who are on the face of the earth.
2 ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σὲ ἐξελέξατο Κύριος ὁ Θεός σου γενέσθαι σε λαὸν αὐτῷ περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.
3 “You shall not eat any detestable thing.
3 Οὐ φάγεσθε πᾶν βδέλυγμα.
4 These are the animals which you may eat: the ox, the sheep, the goat,
4 ταῦτα κτήνη, ἃ φάγεσθε, μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν,
5 the deer, the gazelle, the roe deer, the wild goat, the mountain goat, the antelope, and the mountain sheep.
5 ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν·
6 And you may eat every animal with cloven hooves, having the hoof split into two parts, and that chews the cud, among the animals.
6 πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε.
7 Nevertheless, of those that chew the cud or have cloven hooves, you shall not eat, such as these: the camel, the hare, and the rock hyrax; for they chew the cud but do not have cloven hooves; they are unclean for you.
7 καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον, ὅτι ἀνάγουσι μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι·
8 Also the swine is unclean for you, because it has cloven hooves, yet does not chew the cud; you shall not eat their flesh or touch their dead carcasses.
8 καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μηρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.
9 “These you may eat of all that are in the waters: you may eat all that have fins and scales.
9 καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι· πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε.
10 And whatever does not have fins and scales you shall not eat; it is unclean for you.
10 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστι.
11 “All clean birds you may eat.
11 πᾶν ὄρνεον καθαρὸν φάγεσθε.
12 But these you shall not eat: the eagle, the vulture, the buzzard,
12 καὶ ταῦτα οὐ φάγεσθε ἀπ᾿ αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
13 the red kite, the falcon, and the kite after their kinds;
13 καὶ τὸν γύπα καὶ τὸν ἴκτινον καὶ τὰ ὅμοια αὐτῷ
14 every raven after its kind;
14 καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ
15 the ostrich, the short-eared owl, the sea gull, and the hawk after their kinds;
15 καὶ στρουθὸν καί γλαῦκα καὶ λάρον
16 the little owl, the screech owl, the white owl,
16 καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν
17 the jackdaw, the carrion vulture, the fisher owl,
17 καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα
18 the stork, the heron after its kind, and the hoopoe and the bat.
18 καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα.
19 “Also every creeping thing that flies is unclean for you; they shall not be eaten.
19 πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτά ἐστιν ὑμῖν, οὐ φάγεσθε ἀπ᾿ αὐτῶν.
20 “You may eat all clean birds.
20 πᾶν πετεινὸν καθαρὸν φάγεσθε.
21 “You shall not eat anything that dies of itself; you may give it to the alien who is within your gates, that he may eat it, or you may sell it to a foreigner; for you are a holy people to the LORD your God. “ You shall not boil a young goat in its mother’s milk.
21 πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσί σου δοθήσεται, καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
22 “You shall truly tithe all the increase of your grain that the field produces year by year.
22 Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν,
23 And you shall eat before the LORD your God, in the place where He chooses to make His name abide, the tithe of your grain and your new wine and your oil, of the firstborn of your herds and your flocks, that you may learn to fear the LORD your God always.
23 καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας.
24 But if the journey is too long for you, so that you are not able to carry the tithe, or if the place where the LORD your God chooses to put His name is too far from you, when the LORD your God has blessed you,
24 ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου,
25 then you shall exchange it for money, take the money in your hand, and go to the place which the LORD your God chooses.
25 καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν,
26 And you shall spend that money for whatever your heart desires: for oxen or sheep, for wine or similar drink, for whatever your heart desires; you shall eat there before the LORD your God, and you shall rejoice, you and your household.
26 καὶ δώσεις ἀργύριον ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἐπ᾿ οἴνῳ ἢ ἐπὶ σίκερα ἢ ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου
27 You shall not forsake the Levite who is within your gates, for he has no part nor inheritance with you.
27 καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.
28 “At the end of every third year you shall bring out the tithe of your produce of that year and store it up within your gates.
28 μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου,
29 And the Levite, because he has no portion nor inheritance with you, and the stranger and the fatherless and the widow who are within your gates, may come and eat and be satisfied, that the LORD your God may bless you in all the work of your hand which you do.
29 καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις, οἷς ἐὰν ποιῇς.
NKJV translation