en
Old Testament
1 “Therefore you shall love the LORD your God, and keep His charge, His statutes, His judgments, and His commandments always.
1 ΚΑΙ ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας.
2 Know today that I do not speak with your children, who have not known and who have not seen the chastening of the LORD your God, His greatness and His mighty hand and His outstretched arm—
2 καὶ γνώσεσθε σήμερον, ὅτι οὐχὶ τὰ παιδία ὑμῶν, ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν
3 His signs and His acts which He did in the midst of Egypt, to Pharaoh king of Egypt, and to all his land;
3 καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ, ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραὼ βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
4 what He did to the army of Egypt, to their horses and their chariots: how He made the waters of the Red Sea overflow them as they pursued you, and how the LORD has destroyed them to this day;
4 καὶ ὅσα ἐποίησε τὴν δύναμιν τῶν Αἰγυπτίων, τὰ ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν, καὶ τὴν δύναμιν αὐτῶν, ὡς ἐπέκλυσε τὸ ὕδωρ τῆς θαλάσσης τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν καὶ ἀπώλεσεν αὐτοὺς Κύριος ἕως τῆς σήμερον ἡμέρας,
5 what He did for you in the wilderness until you came to this place;
5 καὶ ὅσα ἐποίησεν ὑμῖν ἐν τῇ ἐρήμῳ, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον,
6 and what He did to Dathan and Abiram the sons of Eliab, the son of Reuben: how the earth opened its mouth and swallowed them up, their households, their tents, and all the substance that was in their possession, in the midst of all Israel—
6 καὶ ὅσα ἐποίησε τῷ Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἑλιὰβ υἱοῦ Ρουβήν, οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ᾿ αὐτῶν ἐν μέσῳ παντὸς Ἰσραήλ,
7 but your eyes have seen every great act of the LORD which He did.
7 ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα Κυρίου τὰ μεγάλα, ὅσα ἐποίησεν ἐν ὑμῖν σήμερον.
8 “Therefore you shall keep every commandment which I command you today, that you may be strong, and go in and possess the land which you cross over to possess,
8 καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσετε τὴν γῆν, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν,
9 and that you may prolong your days in the land which the LORD swore to give your fathers, to them and their descendants, ‘a land flowing with milk and honey.’
9 ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς, γῆν ρέουσαν γάλα καὶ μέλι·
10 For the land which you go to possess is not like the land of Egypt from which you have come, where you sowed your seed and watered it by foot, as a vegetable garden;
10 ἔστι γὰρ ἡ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστίν, ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν, ὅταν σπείρωσι τὸν σπόρον καὶ ποτίζωσι τοῖς ποσὶν αὐτῶν ὡσεὶ κῆπον λαχανείας·
11 but the land which you cross over to possess is a land of hills and valleys, which drinks water from the rain of heaven,
11 ἡ δὲ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, γῆ ὀρεινὴ καὶ πεδεινή, ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ,
12 a land for which the LORD your God cares; the eyes of the LORD your God are always on it, from the beginning of the year to the very end of the year.
12 γῆ, ἣν Κύριος ὁ Θεός σου ἐπισκοπεῖται αὐτὴν διαπαντός, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ σου ἐπ᾿ αὐτῆς ἀπ᾿ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.
13 ‘And it shall be that if you earnestly obey My commandments which I command you today, to love the LORD your God and serve Him with all your heart and with all your soul,
13 Ἐὰν δὲ ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸ Θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
14 then I will give you the rain for your land in its season, the early rain and the latter rain, that you may gather in your grain, your new wine, and your oil.
14 καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ᾿ ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου·
15 And I will send grass in your fields for your livestock, that you may eat and be filled.’
15 καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσί σου·
16 “Take heed to yourselves, lest your heart be deceived, and you turn aside and serve other gods and worship them,
16 καὶ φαγὼν καὶ ἐμπλησθεὶς πρόσεχε σεαυτῷ, μὴ πλατυνθῇ ἡ καρδία σου καὶ παραβῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
17 lest the LORD’s anger be aroused against you, and He shut up the heavens so that there be no rain, and the land yield no produce, and you perish quickly from the good land which the LORD is giving you.
17 καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐφ᾿ ὑμῖν καὶ συσχῇ τὸν οὐρανόν, καὶ οὐκ ἔσται ὑετός, καὶ ἡ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἀπολεῖσθε ἐν τάχει ἀπό τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ἔδωκεν ὑμῖν.
18 “Therefore you shall lay up these words of mine in your heart and in your soul, and bind them as a sign on your hand, and they shall be as frontlets between your eyes.
18 καὶ ἐμβαλεῖτε τὰ ρήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν· καὶ ἀφάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν ὑμῶν·
19 You shall teach them to your children, speaking of them when you sit in your house, when you walk by the way, when you lie down, and when you rise up.
19 καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς καθημένους ἐν οἴκῳ καὶ πορευομένους ἐν ὁδῷ καὶ καθεύδοντας καὶ διανισταμένους.
20 And you shall write them on the doorposts of your house and on your gates,
20 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν,
21 that your days and the days of your children may be multiplied in the land of which the LORD swore to your fathers to give them, like the days of the heavens above the earth.
21 ἵνα μακροημερεύσητε καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
22 “For if you carefully keep all these commandments which I command you to do—to love the LORD your God, to walk in all His ways, and to hold fast to Him—
22 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ προσκολλᾶσθαι αὐτῷ,
23 then the LORD will drive out all these nations from before you, and you will dispossess greater and mightier nations than yourselves.
23 καὶ ἐκβαλεῖ Κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρὰ μᾶλλον ἢ ὑμεῖς.
24 Every place on which the sole of your foot treads shall be yours: from the wilderness and Lebanon, from the river, the River Euphrates, even to the Western Sea, shall be your territory.
24 πάντα τὸν τόπον, οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.
25 No man shall be able to stand against you; the LORD your God will put the dread of you and the fear of you upon all the land where you tread, just as He has said to you.
25 οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· τὸν φόβον ὑμῶν καὶ τὸν τρόμον ὑμῶν ἐπιθήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐφ᾿ ἧς ἂν ἐπιβῆτε ἐπ᾿ αὐτῆς, ὃν τρόπον ἐλάλησε πρὸς ὑμᾶς.
26 “Behold, I set before you today a blessing and a curse:
26 Ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον τὴν εὐλογίαν καὶ τὴν κατάραν·
27 the blessing, if you obey the commandments of the LORD your God which I command you today;
27 τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον,
28 and the curse, if you do not obey the commandments of the LORD your God, but turn aside from the way which I command you today, to go after other gods which you have not known.
28 καὶ τὴν κατάραν, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, πορευθέντες· λατρεύειν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε.
29 Now it shall be, when the LORD your God has brought you into the land which you go to possess, that you shall put the blessing on Mount Gerizim and the curse on Mount Ebal.
29 καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ δώσεις τὴν εὐλογίαν ἐπ᾿ ὄρος Γαριζὶν καὶ τὴν κατάραν ἐπ᾿ ὄρος Γαιβάλ. (
30 Are they not on the other side of the Jordan, toward the setting sun, in the land of the Canaanites who dwell in the plain opposite Gilgal, beside the terebinth trees of Moreh?
30 οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ἰορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χαναὰν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγὸλ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς;)
31 For you will cross over the Jordan and go in to possess the land which the LORD your God is giving you, and you will possess it and dwell in it.
31 ὑμεῖς γὰρ διαβαίνετε τὸν Ἰορδάνην εἰσελθόντες κληρονομῆσαι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κατοικήσετε ἐν αὐτῇ·
32 And you shall be careful to observe all the statutes and judgments which I set before you today.
32 καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας, ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον.
NKJV translation