en
Old Testament
1 “At that time the LORD said to me, ‘Hew for yourself two tablets of stone like the first, and come up to Me on the mountain and make yourself an ark of wood.
1 ΕΝ ἐκείνῳ τῷ καιρῷ εἶπε Κύριος πρός με· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην·
2 And I will write on the tablets the words that were on the first tablets, which you broke; and you shall put them in the ark.’
2 καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν.
3 “So I made an ark of acacia wood, hewed two tablets of stone like the first, and went up the mountain, having the two tablets in my hand.
3 καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καί ἐλάξευσα τὰς πλάκας λιθίνας, ὡς αἱ πρῶται· καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσί μου.
4 And He wrote on the tablets according to the first writing, the Ten Commandments, which the LORD had spoken to you in the mountain from the midst of the fire in the day of the assembly; and the LORD gave them to me.
4 καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς Κύριος ἐμοί.
5 Then I turned and came down from the mountain, and put the tablets in the ark which I had made; and there they are, just as the LORD commanded me.”
5 καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν, ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι Κύριος.
6 (Now the children of Israel journeyed from the wells of Bene Jaakan to Moserah, where Aaron died, and where he was buried; and Eleazar his son ministered as priest in his stead.
6 καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπῇραν ἐκ Βηρὼθ υἱῶν Ἰακὶμ Μισαδαΐ· ἐκεῖ ἀπέθανεν Ἀαρὼν καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ἐλεάζαρ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
7 From there they journeyed to Gudgodah, and from Gudgodah to Jotbathah, a land of rivers of water.
7 ἐκεῖθεν ἀπῇραν εἰς Γαδγὰδ καὶ ἀπὸ Γαδγὰδ εἰς Ἐτεβαθᾶ, γῆ χείμαρροι ὑδάτων.
8 At that time the LORD separated the tribe of Levi to bear the ark of the covenant of the LORD, to stand before the LORD to minister to Him and to bless in His name, to this day.
8 ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
9 Therefore Levi has no portion nor inheritance with his brethren; the LORD is his inheritance, just as the LORD your God promised him.)
9 διὰ τοῦτο οὐκ ἔστι τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.
10 “As at the first time, I stayed in the mountain forty days and forty nights; the LORD also heard me at that time, and the LORD chose not to destroy you.
10 κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι ὑμᾶς.
11 Then the LORD said to me, ‘Arise, begin your journey before the people, that they may go in and possess the land which I swore to their fathers to give them.’
11 καὶ εἶπε Κύριος πρός με· βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομήτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.
12 “And now, Israel, what does the LORD your God require of you, but to fear the LORD your God, to walk in all His ways and to love Him, to serve the LORD your God with all your heart and with all your soul,
12 Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
13 and to keep the commandments of the LORD and His statutes which I command you today for your good?
13 φυλάσσεσθαι τάς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ;
14 Indeed heaven and the highest heavens belong to the LORD your God, also the earth with all that is in it.
14 ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ·
15 The LORD delighted only in your fathers, to love them; and He chose their descendants after them, you above all peoples, as it is this day.
15 πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην.
16 Therefore circumcise the foreskin of your heart, and be stiff-necked no longer.
16 καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι·
17 For the LORD your God is God of gods and Lord of lords, the great God, mighty and awesome, who shows no partiality nor takes a bribe.
17 ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας· καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ᾿ οὐ μὴ λάβῃ δῶρον,
18 He administers justice for the fatherless and the widow, and loves the stranger, giving him food and clothing.
18 ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.
19 Therefore love the stranger, for you were strangers in the land of Egypt.
19 καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ.
20 You shall fear the LORD your God; you shall serve Him, and to Him you shall hold fast, and take oaths in His name.
20 Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·
21 He is your praise, and He is your God, who has done for you these great and awesome things which your eyes have seen.
21 οὗτος καύχημά σου καὶ οὗτος Θεός σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου.
22 Your fathers went down to Egypt with seventy persons, and now the LORD your God has made you as the stars of heaven in multitude.
22 ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέ σε Κύριος ὁ Θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.
NKJV translation