en
Old Testament
1 In the first year of Darius the son of Ahasuerus, of the lineage of the Medes, who was made king over the realm of the Chaldeans—
1 ΕΝ τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων,
2 in the first year of his reign I, Daniel, understood by the books the number of the years specified by the word of the LORD through Jeremiah the prophet, that He would accomplish seventy years in the desolations of Jerusalem.
2 ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη.
3 Then I set my face toward the Lord God to make request by prayer and supplications, with fasting, sackcloth, and ashes.
3 καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ·
4 And I prayed to the LORD my God, and made confession, and said, “O Lord, great and awesome God, who keeps His covenant and mercy with those who love Him, and with those who keep His commandments,
4 καὶ προσευξάμην πρὸς Κύριον τὸν Θεόν μου καὶ ἐξωμολογησάμην καὶ εἶπα· Κύριε ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ τοῖς φυλάσσουσι τὰς ἐντολάς σου,
5 we have sinned and committed iniquity, we have done wickedly and rebelled, even by departing from Your precepts and Your judgments.
5 ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου.
6 Neither have we heeded Your servants the prophets, who spoke in Your name to our kings and our princes, to our fathers and all the people of the land.
6 καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς.
7 O Lord, righteousness belongs to You, but to us shame of face, as it is this day—to the men of Judah, to the inhabitants of Jerusalem and all Israel, those near and those far off in all the countries to which You have driven them, because of the unfaithfulness which they have committed against You.
7 σοὶ Κύριε ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ καὶ παντὶ Ἰσραήλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ, ἐν ἀθεσίᾳ αὐτῶν, ᾗ ἠθέτησαν.
8 “O Lord, to us belongs shame of face, to our kings, our princes, and our fathers, because we have sinned against You.
8 ἐν σοὶ Κύριέ ἐστιν ἡμῶν ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι.
9 To the Lord our God belong mercy and forgiveness, though we have rebelled against Him.
9 Κυρίῳ τῷ Θεῷ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοί, ὅτι ἀπέστημεν
10 We have not obeyed the voice of the LORD our God, to walk in His laws, which He set before us by His servants the prophets.
10 καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν ἐν χερσὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.
11 Yes, all Israel has transgressed Your law, and has departed so as not to obey Your voice; therefore the curse and the oath written in the Law of Moses the servant of God have been poured out on us, because we have sinned against Him.
11 καὶ πᾶς Ἰσραὴλ παρέβησαν τὸν νόμον σου καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου, καὶ ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ.
12 And He has confirmed His words, which He spoke against us and against our judges who judged us, by bringing upon us a great disaster; for under the whole heaven such has never been done as what has been done to Jerusalem.
12 καὶ ἔστησε τοὺς λόγους αὐτοῦ, οὓς ἐλάλησεν ἐφ' ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, οἳ ἔκρινον ἡμᾶς, ἐπαγαγεῖν ἐφ' ἡμᾶς κακὰ μεγάλα, οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ κατὰ τὰ γενόμενα ἐν Ἱερουσαλήμ.
13 “As it is written in the Law of Moses, all this disaster has come upon us; yet we have not made our prayer before the LORD our God, that we might turn from our iniquities and understand Your truth.
13 καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου.
14 Therefore the LORD has kept the disaster in mind, and brought it upon us; for the LORD our God is righteous in all the works which He does, though we have not obeyed His voice.
14 καὶ ἐγρηγόρησε Κύριος καὶ ἐπήγαγεν αὐτὰ ἐφ' ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ, ἣν ἐποίησε, καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ.
15 And now, O Lord our God, who brought Your people out of the land of Egypt with a mighty hand, and made Yourself a name, as it is this day—we have sinned, we have done wickedly!
15 καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν.
16 “O Lord, according to all Your righteousness, I pray, let Your anger and Your fury be turned away from Your city Jerusalem, Your holy mountain; because for our sins, and for the iniquities of our fathers, Jerusalem and Your people are a reproach to all those around us.
16 Κύριε, ἐν πάσῃ ἐλεημοσύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλὴμ ὄρους ἁγίου σου, ὅτι ἡμάρτομεν, καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ τῶν πατέρων ἡμῶν Ἱερουσαλὴμ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν.
17 Now therefore, our God, hear the prayer of Your servant, and his supplications, and for the Lord’s sake cause Your face to shine on Your sanctuary, which is desolate.
17 καὶ νῦν εἰσάκουσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, Κύριε·
18 O my God, incline Your ear and hear; open Your eyes and see our desolations, and the city which is called by Your name; for we do not present our supplications before You because of our righteous deeds, but because of Your great mercies.
18 κλῖνον ὁ Θεός μου τὸ οὗς σου καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς, ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ριπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς, Κύριε.
19 O Lord, hear! O Lord, forgive! O Lord, listen and act! Do not delay for Your own sake, my God, for Your city and Your people are called by Your name.”
19 εἰσάκουσον, Κύριε, ἱλάσθητι Κύριε, πρόσχες Κύριε καὶ ποίησον· μὴ χρονίσῃς ἕνεκέν σου, ὁ Θεός μου, ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου. ~
20 Now while I was speaking, praying, and confessing my sin and the sin of my people Israel, and presenting my supplication before the LORD my God for the holy mountain of my God,
20 Καὶ ἔτι ἐμοῦ λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ καὶ ριπτοῦντος τὸν ἔλεόν μου ἐναντίον τοῦ Κυρίου τοῦ Θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου
21 yes, while I was speaking in prayer, the man Gabriel, whom I had seen in the vision at the beginning, being caused to fly swiftly, reached me about the time of the evening offering.
21 καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ καὶ ἰδοὺ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς.
22 And he informed me, and talked with me, and said, “O Daniel, I have now come forth to give you skill to understand.
22 καὶ συνέτισέ με καὶ ἐλάλησε μετ' ἐμοῦ καὶ εἶπε· Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν·
23 At the beginning of your supplications the command went out, and I have come to tell you, for you are greatly beloved; therefore consider the matter, and understand the vision:
23 ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθε λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ· καὶ ἐννοήθητι ἐν τῷ ρήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ.
24 “Seventy weeks are determined For your people and for your holy city, To finish the transgression, To make an end of sins, To make reconciliation for iniquity, To bring in everlasting righteousness, To seal up vision and prophecy, And to anoint the Most Holy.
24 ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.
25 “Know therefore and understand, That from the going forth of the command To restore and build Jerusalem Until Messiah the Prince, There shall be seven weeks and sixty-two weeks; The street shall be built again, and the wall, Even in troublesome times.
25 καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ ἐκκενωθήσονται οἱ καιροί.
26 “And after the sixty-two weeks Messiah shall be cut off, but not for Himself; And the people of the prince who is to come Shall destroy the city and the sanctuary. The end of it shall be with a flood, And till the end of the war desolations are determined.
26 καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξηκονταδύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοῖς.
27 Then he shall confirm a covenant with many for one week; But in the middle of the week He shall bring an end to sacrifice and offering. And on the wing of abominations shall be one who makes desolate, Even until the consummation, which is determined, Is poured out on the desolate.”
27 καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.
NKJV translation