en
Old Testament
1 After these deeds of faithfulness, Sennacherib king of Assyria came and entered Judah; he encamped against the fortified cities, thinking to win them over to himself.
1 ΚΑΙ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς.
2 And when Hezekiah saw that Sennacherib had come, and that his purpose was to make war against Jerusalem,
2 καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχηρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἱερουσαλήμ,
3 he consulted with his leaders and commanders to stop the water from the springs which were outside the city; and they helped him.
3 καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ.
4 Thus many people gathered together who stopped all the springs and the brook that ran through the land, saying, “Why should the kings of Assyria come and find much water?”
4 καὶ συνήγαγε λαὸν πολὺν καὶ ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων· μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.
5 And he strengthened himself, built up all the wall that was broken, raised it up to the towers, and built another wall outside; also he repaired the Millo in the City of David, and made weapons and shields in abundance.
5 καὶ κατίσχυσεν Ἐζεκίας καὶ ᾠκοδόμησε πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσε τὸ ἀνάλημμα τῆς πόλεως Δαυὶδ καὶ κατεσκεύασεν ὅπλα πολλά.
6 Then he set military captains over the people, gathered them together to him in the open square of the city gate, and gave them encouragement, saying,
6 καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων·
7 “Be strong and courageous; do not be afraid nor dismayed before the king of Assyria, nor before all the multitude that is with him; for there are more with us than with him.
7 ἰσχύσατε καὶ ἀνδρίζεσθε καὶ μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείονες ἢ μετ' αὐτοῦ·
8 With him is an arm of flesh; but with us is the LORD our God, to help us and to fight our battles.” And the people were strengthened by the words of Hezekiah king of Judah.
8 μετ' αὐτοῦ βραχίονες σάρκινοι, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.
9 After this Sennacherib king of Assyria sent his servants to Jerusalem (but he and all the forces with him laid siege against Lachish), to Hezekiah king of Judah, and to all Judah who were in Jerusalem, saying,
9 καὶ μετὰ ταῦτα ἀπέστειλε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας ἑαυτοῦ ἐπὶ Ἱερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχὶς καὶ πᾶσα ἡ στρατιὰ μετ' αὐτοῦ, καὶ ἀπέστειλε πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰούδα τὸν ἐν Ἱερουσαλὴμ λέγων·
10 “Thus says Sennacherib king of Assyria: ‘In what do you trust, that you remain under siege in Jerusalem?
10 οὕτως λέγει Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων· ἐπὶ τί ὑμεῖς πεποίθατε καὶ καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἱερουσαλήμ;
11 Does not Hezekiah persuade you to give yourselves over to die by famine and by thirst, saying, “The LORD our God will deliver us from the hand of the king of Assyria”?
11 οὐχὶ Ἐζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων· Κύριος ὁ Θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ;
12 Has not the same Hezekiah taken away His high places and His altars, and commanded Judah and Jerusalem, saying, “You shall worship before one altar and burn incense on it”?
12 οὐχ οὗτός ἐστιν Ἐζεκίας, ὃς περιεῖλε τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλὴμ λέγων· κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ' αὐτῷ θυμιάσατε;
13 Do you not know what I and my fathers have done to all the peoples of other lands? Were the gods of the nations of those lands in any way able to deliver their lands out of my hand?
13 οὐ γνώσεσθε ὅ,τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;
14 Who was there among all the gods of those nations that my fathers utterly destroyed that could deliver his people from my hand, that your God should be able to deliver you from my hand?
14 τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων, οὓς ἐξωλόθρευσαν οἱ πατέρες μου; μὴ ἐδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ Θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου;
15 Now therefore, do not let Hezekiah deceive you or persuade you like this, and do not believe him; for no god of any nation or kingdom was able to deliver his people from my hand or the hand of my fathers. How much less will your God deliver you from my hand?’ ”
15 νῦν οὖν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ Θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ Θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.
16 Furthermore, his servants spoke against the LORD God and against His servant Hezekiah.
16 καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸν Κύριον Θεὸν καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ.
17 He also wrote letters to revile the LORD God of Israel, and to speak against Him, saying, “As the gods of the nations of other lands have not delivered their people from my hand, so the God of Hezekiah will not deliver His people from my hand.”
17 καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν Κύριον Θεὸν Ἰσραὴλ καὶ εἶπε περὶ αὐτοῦ λέγων· ὡς οἱ θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρος μου, οὕτως οὐ μὴ ἐξέληται ὁ Θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου,
18 Then they called out with a loud voice in Hebrew to the people of Jerusalem who were on the wall, to frighten them and trouble them, that they might take the city.
18 καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ ἐπὶ τὸν λαὸν Ἱερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους, τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.
19 And they spoke against the God of Jerusalem, as against the gods of the people of the earth— the work of men’s hands.
19 καὶ ἐλάλησεν ἐπὶ Θεὸν Ἱερουσαλήμ, ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.
20 Now because of this King Hezekiah and the prophet Isaiah, the son of Amoz, prayed and cried out to heaven.
20 καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.
21 Then the LORD sent an angel who cut down every mighty man of valor, leader, and captain in the camp of the king of Assyria. So he returned shamefaced to his own land. And when he had gone into the temple of his god, some of his own offspring struck him down with the sword there.
21 καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ρομφαίᾳ.
22 Thus the LORD saved Hezekiah and the inhabitants of Jerusalem from the hand of Sennacherib the king of Assyria, and from the hand of all others, and guided them on every side.
22 καὶ ἔσωσε Κύριος τὸν Ἐζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐκ χειρὸς Σενναχηρὶμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.
23 And many brought gifts to the LORD at Jerusalem, and presents to Hezekiah king of Judah, so that he was exalted in the sight of all nations thereafter.
23 καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.
24 In those days Hezekiah was sick and near death, and he prayed to the LORD; and He spoke to him and gave him a sign.
24 Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας ἕως θανάτου· καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ.
25 But Hezekiah did not repay according to the favor shown him, for his heart was lifted up; therefore wrath was looming over him and over Judah and Jerusalem.
25 καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἔδωκεν αὐτῷ ἀνταπέδωκεν Ἐζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ.
26 Then Hezekiah humbled himself for the pride of his heart, he and the inhabitants of Jerusalem, so that the wrath of the LORD did not come upon them in the days of Hezekiah.
26 καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ αὐτὸς καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.
27 Hezekiah had very great riches and honor. And he made himself treasuries for silver, for gold, for precious stones, for spices, for shields, and for all kinds of desirable items;
27 καὶ ἐγένετο τῷ Ἐζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα, καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ
28 storehouses for the harvest of grain, wine, and oil; and stalls for all kinds of livestock, and folds for flocks.
28 καὶ πόλεις εἰς τὰ γεννήματα τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ κώμας καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια
29 Moreover he provided cities for himself, and possessions of flocks and herds in abundance; for God had given him very much property.
29 καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὐτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα.
30 This same Hezekiah also stopped the water outlet of Upper Gihon, and brought the water by tunnel to the west side of the City of David. Hezekiah prospered in all his works.
30 αὐτὸς Ἐζεκίας ἐνέφραξε τὴν ἔξοδον τοῦ ὕδατος Γιὼν τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυίδ· καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
31 However, regarding the ambassadors of the princes of Babylon, whom they sent to him to inquire about the wonder that was done in the land, God withdrew from him, in order to test him, that He might know all that was in his heart.
31 καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτοῦ τό τέρας, ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.
32 Now the rest of the acts of Hezekiah, and his goodness, indeed they are written in the vision of Isaiah the prophet, the son of Amoz, and in the book of the kings of Judah and Israel.
32 καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ τὸ ἔλεος αὐτοῦ ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἡσαΐου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
33 So Hezekiah rested with his fathers, and they buried him in the upper tombs of the sons of David; and all Judah and the inhabitants of Jerusalem honored him at his death. Then Manasseh his son reigned in his place.
33 καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
NKJV translation