en
Old Testament
1 Ahaz was twenty years old when he became king, and he reigned sixteen years in Jerusalem; and he did not do what was right in the sight of the LORD, as his father David had done.
1 ΥΙΟΣ εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
2 For he walked in the ways of the kings of Israel, and made molded images for the Baals.
2 καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησε
3 He burned incense in the Valley of the Son of Hinnom, and burned his children in the fire, according to the abominations of the nations whom the LORD had cast out before the children of Israel.
3 τοῖς εἰδώλοις αὐτῶν καὶ ἔθυεν ἐν Βενεννὸμ καὶ διῆγε τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ,
4 And he sacrificed and burned incense on the high places, on the hills, and under every green tree.
4 καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
5 Therefore the LORD his God delivered him into the hand of the king of Syria. They defeated him, and carried away a great multitude of them as captives, and brought them to Damascus. Then he was also delivered into the hand of the king of Israel, who defeated him with a great slaughter.
5 καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ γὰρ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.
6 For Pekah the son of Remaliah killed one hundred and twenty thousand in Judah in one day, all valiant men, because they had forsaken the LORD God of their fathers.
6 καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ρομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.
7 Zichri, a mighty man of Ephraim, killed Maaseiah the king’s son, Azrikam the officer over the house, and Elkanah who was second to the king.
7 καὶ ἀπέκτεινε Ζεχρὶ ὁ δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασὰ τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ἑλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.
8 And the children of Israel carried away captive of their brethren two hundred thousand women, sons, and daughters; and they also took away much spoil from them, and brought the spoil to Samaria.
8 καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας καὶ υἱοὺς καὶ θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.
9 But a prophet of the LORD was there, whose name was Oded; and he went out before the army that came to Samaria, and said to them: “Look, because the LORD God of your fathers was angry with Judah, He has delivered them into your hand; but you have killed them in a rage that reaches up to heaven.
9 καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ Κυρίου, Ὠδὴδ ὄνομα αὐτῷ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ὀργὴ Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ Ἰούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· καὶ ἕως τῶν οὐρανῶν ἔφθακε.
10 And now you propose to force the children of Judah and Jerusalem to be your male and female slaves; but are you not also guilty before the LORD your God?
10 καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθ' ὑμῶν μαρτυρῆσαι Κυρίῳ Θεῷ ὑμῶν;
11 Now hear me, therefore, and return the captives, whom you have taken captive from your brethren, for the fierce wrath of the LORD is upon you.”
11 καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφ' ὑμῖν.
12 Then some of the heads of the children of Ephraim, Azariah the son of Johanan, Berechiah the son of Meshillemoth, Jehizkiah the son of Shallum, and Amasa the son of Hadlai, stood up against those who came from the war,
12 καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφραίμ, Οὐδείας ὁ τοῦ Ἰωανοῦ καὶ Βαραχίας ὁ τοῦ Μωσολαμὼθ καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ καὶ Ἀμασίας ὁ τοῦ Ἐλδαΐ, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου,
13 and said to them, “You shall not bring the captives here, for we already have offended the LORD. You intend to add to our sins and to our guilt; for our guilt is great, and there is fierce wrath against Israel.”
13 καὶ εἶπαν αὐτοῖς· οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ Κυρίῳ ἐφ' ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ἡμῶν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπὶ τὸν Ἰσραήλ.
14 So the armed men left the captives and the spoil before the leaders and all the assembly.
14 καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.
15 Then the men who were designated by name rose up and took the captives, and from the spoil they clothed all who were naked among them, dressed them and gave them sandals, gave them food and drink, and anointed them; and they let all the feeble ones ride on donkeys. So they brought them to their brethren at Jericho, the city of palm trees. Then they returned to Samaria.
15 καὶ ἀνέστησαν ἄνδρες, οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδυσαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ἱεριχὼ πόλιν Φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.
16 At the same time King Ahaz sent to the kings of Assyria to help him.
16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ καὶ ἐν τούτῳ,
17 For again the Edomites had come, attacked Judah, and carried away captives.
17 ὅτι οἱ Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ἰούδᾳ καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν
18 The Philistines also had invaded the cities of the lowland and of the South of Judah, and had taken Beth Shemesh, Aijalon, Gederoth, Sochoh with its villages, Timnah with its villages, and Gimzo with its villages; and they dwelt there.
18 καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ἰούδα καὶ ἔλαβον τὴν Βαιθσαμὺς καὶ τὴν Ἀϊλὼν καὶ τὴν Γαδηρὼθ καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζὼ καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ·
19 For the LORD brought Judah low because of Ahaz king of Israel, for he had encouraged moral decline in Judah and had been continually unfaithful to the LORD.
19 ὅτι ἐταπείνωσε Κύριος τὸν Ἰούδαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου.
20 Also Tiglath-Pileser king of Assyria came to him and distressed him, and did not assist him.
20 καὶ ἦλθεν ἐπ' αὐτὸν Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσοὺρ καὶ ἐπάταξεν αὐτόν.
21 For Ahaz took part of the treasures from the house of the LORD, from the house of the king, and from the leaders, and he gave it to the king of Assyria; but he did not help him.
21 καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσοὺρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν,
22 Now in the time of his distress King Ahaz became increasingly unfaithful to the LORD. This is that King Ahaz.
22 ἀλλ' ἢ τῷ θλιβῆναι αὐτόν. καὶ προσέθηκε τοῦ ἀποστῆναι ἀπὸ Κυρίου. καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ·
23 For he sacrificed to the gods of Damascus which had defeated him, saying, “Because the gods of the kings of Syria help them, I will sacrifice to them that they may help me.” But they were the ruin of him and of all Israel.
23 ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου. καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.
24 So Ahaz gathered the articles of the house of God, cut in pieces the articles of the house of God, shut up the doors of the house of the LORD, and made for himself altars in every corner of Jerusalem.
24 καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισε τὰς θύρας οἴκου Κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλήμ·
25 And in every single city of Judah he made high places to burn incense to other gods, and provoked to anger the LORD God of his fathers.
25 καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.
26 Now the rest of his acts and all his ways, from first to last, indeed they are written in the book of the kings of Judah and Israel.
26 καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
27 So Ahaz rested with his fathers, and they buried him in the city, in Jerusalem; but they did not bring him into the tombs of the kings of Israel. Then Hezekiah his son reigned in his place.
27 καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
NKJV translation