en
Old Testament
1 Now all the people of Judah took Uzziah, who was sixteen years old, and made him king instead of his father Amaziah.
1 ΚΑΙ ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμασίου.
2 He built Elath and restored it to Judah, after the king rested with his fathers.
2 αὐτὸς ᾠκοδόμησε τὴν Αἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
3 Uzziah was sixteen years old when he became king, and he reigned fifty-two years in Jerusalem. His mother’s name was Jecholiah of Jerusalem.
3 υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν Ὀζίας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερουσαλήμ.
4 And he did what was right in the sight of the LORD, according to all that his father Amaziah had done.
4 καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀμασίας ὁ πατὴρ αὐτοῦ.
5 He sought God in the days of Zechariah, who had understanding in the visions of God; and as long as he sought the LORD, God made him prosper.
5 καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου· καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος.
6 Now he went out and made war against the Philistines, and broke down the wall of Gath, the wall of Jabneh, and the wall of Ashdod; and he built cities around Ashdod and among the Philistines.
6 καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασε τὰ τείχη Γὲθ καὶ τὰ τείχη Ἰαβνὴ καὶ τὰ τείχη Ἀζώτου καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις.
7 God helped him against the Philistines, against the Arabians who lived in Gur Baal, and against the Meunites.
7 καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους.
8 Also the Ammonites brought tribute to Uzziah. His fame spread as far as the entrance of Egypt, for he became exceedingly strong.
8 καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.
9 And Uzziah built towers in Jerusalem at the Corner Gate, at the Valley Gate, and at the corner buttress of the wall; then he fortified them.
9 καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσε.
10 Also he built towers in the desert. He dug many wells, for he had much livestock, both in the lowlands and in the plains; he also had farmers and vinedressers in the mountains and in Carmel, for he loved the soil.
10 καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν.
11 Moreover Uzziah had an army of fighting men who went out to war by companies, according to the number on their roll as prepared by Jeiel the scribe and Maaseiah the officer, under the hand of Hananiah, one of the king’s captains.
11 καὶ ἐγένετο τῷ Ὀζίᾳ δύναμις ποιοῦσα πόλεμον καὶ ἐκπορευομένη εἰς παράταξιν εἰς πόλεμον καὶ εἰσπορευομένη εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ἰεϊὴλ τοῦ γραμματέως καὶ Μαασίου τοῦ κριτοῦ, διὰ χειρὸς Ἀνανίου τοῦ διαδόχου τοῦ βασιλέως.
12 The total number of chief officers of the mighty men of valor was two thousand six hundred.
12 πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι,
13 And under their authority was an army of three hundred and seven thousand five hundred, that made war with mighty power, to help the king against the enemy.
13 καὶ μετ' αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι καί πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους.
14 Then Uzziah prepared for them, for the entire army, shields, spears, helmets, body armor, bows, and slings to cast stones.
14 καὶ ἡτοίμασεν αὐτοῖς Ὀζίας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους.
15 And he made devices in Jerusalem, invented by skillful men, to be on the towers and the corners, to shoot arrows and large stones. So his fame spread far and wide, for he was marvelously helped till he became strong.
15 καὶ ἐποίησεν ἐν Ἱερουσαλὴμ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσι καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθῆναι, ἕως οὗ κατίσχυσε.
16 But when he was strong his heart was lifted up, to his destruction, for he transgressed against the LORD his God by entering the temple of the LORD to burn incense on the altar of incense.
16 Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.
17 So Azariah the priest went in after him, and with him were eighty priests of the LORD—valiant men.
17 καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς καὶ μετ' αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ
18 And they withstood King Uzziah, and said to him, “It is not for you, Uzziah, to burn incense to the LORD, but for the priests, the sons of Aaron, who are consecrated to burn incense. Get out of the sanctuary, for you have trespassed! You shall have no honor from the LORD God.”
18 καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ· οὐ σοί, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.
19 Then Uzziah became furious; and he had a censer in his hand to burn incense. And while he was angry with the priests, leprosy broke out on his forehead, before the priests in the house of the LORD, beside the incense altar.
19 καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.
20 And Azariah the chief priest and all the priests looked at him, and there, on his forehead, he was leprous; so they thrust him out of that place. Indeed he also hurried to get out, because the LORD had struck him.
20 καὶ ἐπέστρεψε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.
21 King Uzziah was a leper until the day of his death. He dwelt in an isolated house, because he was a leper; for he was cut off from the house of the LORD. Then Jotham his son was over the king’s house, judging the people of the land.
21 καὶ Ὀζίας ὁ βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀφφουσὼθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου· καὶ Ἰωάθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.
22 Now the rest of the acts of Uzziah, from first to last, the prophet Isaiah the son of Amoz wrote.
22 καὶ οἱ λοιποὶ λόγοι Ὀζίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ἰεσσίου τοῦ προφήτου.
23 So Uzziah rested with his fathers, and they buried him with his fathers in the field of burial which belonged to the kings, for they said, “He is a leper.” Then Jotham his son reigned in his place.
23 καὶ ἐκοιμήθη Ὀζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι. καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
NKJV translation