en
Old Testament
1 Amaziah was twenty-five years old when he became king, and he reigned twenty-nine years in Jerusalem. His mother’s name was Jehoaddan of Jerusalem.
1 ΩΝ εἴκοσι καὶ πέντε ἐτῶν ἐβασίλευσεν Ἀμασίας καὶ εἰκοσιεννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωαδὲν ἀπὸ Ἱερουσαλήμ.
2 And he did what was right in the sight of the LORD, but not with a loyal heart.
2 καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλ' οὐκ ἐν καρδίᾳ πλήρει.
3 Now it happened, as soon as the kingdom was established for him, that he executed his servants who had murdered his father the king.
3 καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσε τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ·
4 However he did not execute their children, but did as it is written in the Law in the Book of Moses, where the LORD commanded, saying, “The fathers shall not be put to death for their children, nor shall the children be put to death for their fathers; but a person shall die for his own sin.”
4 καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινε κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου, καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ οἱ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ' ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.
5 Moreover Amaziah gathered Judah together and set over them captains of thousands and captains of hundreds, according to their fathers’ houses, throughout all Judah and Benjamin; and he numbered them from twenty years old and above, and found them to be three hundred thousand choice men, able to go to war, who could handle spear and shield.
5 καὶ συνήγαγεν Ἀμασίας τὸν οἶκον Ἰούδα καὶ ἀνέστησεν αὐτοὺς κατ' οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ἰούδᾳ καὶ Ἱερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας ἐξελθεῖν εἰς πόλεμον δυνατοὺς κρατοῦντας δόρυ καὶ θυρεόν.
6 He also hired one hundred thousand mighty men of valor from Israel for one hundred talents of silver.
6 καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύϊ ἑκατὸν ταλάντων ἀργυρίου.
7 But a man of God came to him, saying, “O king, do not let the army of Israel go with you, for the LORD is not with Israel—not with any of the children of Ephraim.
7 καὶ ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς αὐτὸν λέγων· βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραήλ, ὅτι οὐκ ἔστι Κύριος μετά Ἰσραήλ, πάντων τῶν υἱῶν Ἐφραίμ.
8 But if you go, be gone! Be strong in battle! Even so, God shall make you fall before the enemy; for God has power to help and to overthrow.”
8 ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶ παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι.
9 Then Amaziah said to the man of God, “But what shall we do about the hundred talents which I have given to the troops of Israel?” And the man of God answered, “The LORD is able to give you much more than this.”
9 καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἃ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖστα τούτων.
10 So Amaziah discharged the troops that had come to him from Ephraim, to go back home. Therefore their anger was greatly aroused against Judah, and they returned home in great anger.
10 καὶ διεχώρισεν Ἀμασίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραὶμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ.
11 Then Amaziah strengthened himself, and leading his people, he went to the Valley of Salt and killed ten thousand of the people of Seir.
11 καὶ Ἀμασίας κατίσχυσε καὶ παρέλαβε τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας·
12 Also the children of Judah took captive ten thousand alive, brought them to the top of the rock, and cast them down from the top of the rock, so that they all were dashed in pieces.
12 καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.
13 But as for the soldiers of the army which Amaziah had discharged, so that they would not go with him to battle, they raided the cities of Judah from Samaria to Beth Horon, killed three thousand in them, and took much spoil.
13 καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Ἀμασίας τοῦ μὴ πορευθῆναι μετ' αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰούδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρὼν καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά.
14 Now it was so, after Amaziah came from the slaughter of the Edomites, that he brought the gods of the people of Seir, set them up to be his gods, and bowed down before them and burned incense to them.
14 καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασίαν πατάξαντα τὴν Ἰδουμαίαν καὶ ἤνεγκε πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηεὶρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτὸς αὐτοῖς ἔθυε.
15 Therefore the anger of the LORD was aroused against Amaziah, and He sent him a prophet who said to him, “Why have you sought the gods of the people, which could not rescue their own people from your hand?”
15 καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ Ἀμασίαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτην καὶ εἶπεν αὐτῷ· τί ἐζήτησας τοὺς Θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν ἑαυτῶν ἐκ χειρός σου;
16 So it was, as he talked with him, that the king said to him, “Have we made you the king’s counselor? Cease! Why should you be killed?” Then the prophet ceased, and said, “I know that God has determined to destroy you, because you have done this and have not heeded my advice.”
16 καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε ἵνα μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἶπεν, ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
17 Now Amaziah king of Judah asked advice and sent to Joash the son of Jehoahaz, the son of Jehu, king of Israel, saying, “Come, let us face one another in battle.”
17 καὶ ἐβουλεύσατο Ἀμασίας ὁ βασιλεὺς Ἰούδα καὶ ἀπέστειλε πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰηοὺ βασιλέα Ἰσραὴλ λέγων· δεῦρο καὶ ὀφθῶμεν προσώποις.
18 And Joash king of Israel sent to Amaziah king of Judah, saying, “The thistle that was in Lebanon sent to the cedar that was in Lebanon, saying, ‘Give your daughter to my son as wife’; and a wild beast that was in Lebanon passed by and trampled the thistle.
18 καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμασίαν βασιλέα Ἰούδα λέγων· ὁ ἀχοὺχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τά θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθον τὰ θηρία καὶ κατεπάτησαν τὸν ἀχούχ.
19 Indeed you say that you have defeated the Edomites, and your heart is lifted up to boast. Stay at home now; why should you meddle with trouble, that you should fall—you and Judah with you?”
19 εἶπας· ἰδοὺ ἐπάταξα τὴν Ἰδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία σου ἡ βαρεῖα· νῦν κάθισον ἐν οἴκῳ σου καὶ ἱνατί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;
20 But Amaziah would not heed, for it came from God, that He might give them into the hand of their enemies, because they sought the gods of Edom.
20 καὶ οὐκ ἤκουσεν Ἀμασίας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησε τοὺς θεοὺς τῶν Ἰδουμαίων.
21 So Joash king of Israel went out; and he and Amaziah king of Judah faced one another at Beth Shemesh, which belongs to Judah.
21 καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμύς, ἥ ἐστι τοῦ Ἰούδα.
22 And Judah was defeated by Israel, and every man fled to his tent.
22 καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ.
23 Then Joash the king of Israel captured Amaziah king of Judah, the son of Joash, the son of Jehoahaz, at Beth Shemesh; and he brought him to Jerusalem, and broke down the wall of Jerusalem from the Gate of Ephraim to the Corner Gate—four hundred cubits.
23 καὶ τὸν Ἀμασίαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς υἱοῦ Ἰωάχαζ κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμὺς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἱερουσαλήμ, ἀπὸ πύλης Ἐφραὶμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις·
24 And he took all the gold and silver, all the articles that were found in the house of God with Obed-Edom, the treasures of the king’s house, and hostages, and returned to Samaria.
24 καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ παρὰ τῷ Ἀβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
25 Amaziah the son of Joash, king of Judah, lived fifteen years after the death of Joash the son of Jehoahaz, king of Israel.
25 καὶ ἔζησεν Ἀμασίας ὁ τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωάχαζ βασιλέα Ἰσραὴλ ἔτη δεκαπέντε.
26 Now the rest of the acts of Amaziah, from first to last, indeed are they not written in the book of the kings of Judah and Israel?
26 καὶ οἱ λοιποὶ λόγοι Ἀμασίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ;
27 After the time that Amaziah turned away from following the LORD, they made a conspiracy against him in Jerusalem, and he fled to Lachish; but they sent after him to Lachish and killed him there.
27 καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη Ἀμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχίς· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
28 Then they brought him on horses and buried him with his fathers in the City of Judah.
28 καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.
NKJV translation