en
Old Testament
1 Now it came to pass, when Rehoboam had established the kingdom and had strengthened himself, that he forsook the law of the LORD, and all Israel along with him.
1 ΚΑΙ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοὰμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ.
2 And it happened in the fifth year of King Rehoboam that Shishak king of Egypt came up against Jerusalem, because they had transgressed against the LORD,
2 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ροβοὰμ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου,
3 with twelve hundred chariots, sixty thousand horsemen, and people without number who came with him out of Egypt— the Lubim and the Sukkiim and the Ethiopians.
3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ' αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται καὶ Αἰθίοπες.
4 And he took the fortified cities of Judah and came to Jerusalem.
4 καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ἰούδᾳ, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.
5 Then Shemaiah the prophet came to Rehoboam and the leaders of Judah, who were gathered together in Jerusalem because of Shishak, and said to them, “Thus says the LORD: ‘You have forsaken Me, and therefore I also have left you in the hand of Shishak.’ ”
5 καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ.
6 So the leaders of Israel and the king humbled themselves; and they said, “The LORD is righteous.”
6 καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν· δίκαιος ὁ Κύριος.
7 Now when the LORD saw that they humbled themselves, the word of the LORD came to Shemaiah, saying, “They have humbled themselves; therefore I will not destroy them, but I will grant them some deliverance. My wrath shall not be poured out on Jerusalem by the hand of Shishak.
7 καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων· ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς· καὶ δώσω αὐτοὺς ὡς μικρὸς εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἱερουσαλήμ,
8 Nevertheless they will be his servants, that they may distinguish My service from the service of the kingdoms of the nations.”
8 ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.
9 So Shishak king of Egypt came up against Jerusalem, and took away the treasures of the house of the LORD and the treasures of the king’s house; he took everything. He also carried away the gold shields which Solomon had made.
9 καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε· καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησε Σαλωμών,
10 Then King Rehoboam made bronze shields in their place, and committed them to the hands of the captains of the guard, who guarded the doorway of the king’s house.
10 καὶ ἐποίησεν ὁ βασιλεὺς Ροβοὰμ θυρεοὺς χαλκοῦς ἀντ' αὐτῶν. καὶ κατέστησεν ἐπ' αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.
11 And whenever the king entered the house of the LORD, the guard would go and bring them out; then they would take them back into the guardroom.
11 καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου. εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.
12 When he humbled himself, the wrath of the LORD turned from him, so as not to destroy him completely; and things also went well in Judah.
12 καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ' αὐτοῦ ὀργὴ Κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἦσαν λόγοι ἀγαθοί.
13 Thus King Rehoboam strengthened himself in Jerusalem and reigned. Now Rehoboam was forty-one years old when he became king; and he reigned seventeen years in Jerusalem, the city which the LORD had chosen out of all the tribes of Israel, to put His name there. His mother’s name was Naamah, an Ammonitess.
13 Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ροβοὰμ ἐν Ἱερουσαλὴμ καὶ ἐβασίλευσε. καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, ἐν τῇ πόλει, ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τό ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμανῖτις.
14 And he did evil, because he did not prepare his heart to seek the LORD.
14 καὶ ἐποίησε τὸ πονηρόν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον.
15 The acts of Rehoboam, first and last, are they not written in the book of Shemaiah the prophet, and of Iddo the seer concerning genealogies? And there were wars between Rehoboam and Jeroboam all their days.
15 καὶ λόγοι Ροβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ροβοὰμ τὸν Ἱεροβοὰμ πάσας τὰς ἡμέρας.
16 So Rehoboam rested with his fathers, and was buried in the City of David. Then Abijah his son reigned in his place.
16 καὶ ἀπέθανε Ροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
NKJV translation