en
Old Testament
1 Now the sons of Reuben the firstborn of Israel— he was indeed the firstborn, but because he defiled his father’s bed, his birthright was given to the sons of Joseph, the son of Israel, so that the genealogy is not listed according to the birthright;
1 ΚΑΙ υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραήλ, ὅτι οὖτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκε τὴν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια·
2 yet Judah prevailed over his brothers, and from him came a ruler, although the birthright was Joseph’s—
2 ὅτι Ἰούδας δυνατὸς ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ.
3 the sons of Reuben the firstborn of Israel were Hanoch, Pallu, Hezron, and Carmi.
3 υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼμ καὶ Χαρμί.
4 The sons of Joel were Shemaiah his son, Gog his son, Shimei his son,
4 υἱοὶ Ἰωήλ· Σεμεΐ καὶ Βαναία υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ·
5 Micah his son, Reaiah his son, Baal his son,
5 υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ρηχά, υἱὸς αὐτοῦ Ἰωήλ,
6 and Beerah his son, whom Tiglath-Pileser king of Assyria carried into captivity. He was leader of the Reubenites.
6 υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισε Θαγλαθφαλλασὰρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ρουβήν.
7 And his brethren by their families, when the genealogy of their generations was registered: the chief, Jeiel, and Zechariah,
7 καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαρία
8 and Bela the son of Azaz, the son of Shema, the son of Joel, who dwelt in Aroer, as far as Nebo and Baal Meon.
8 καὶ Βαλὲκ υἱὸς Ἀζοὺζ υἱὸς Σαμά, υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαῦ, καὶ Βελμασσὼν
9 Eastward they settled as far as the entrance of the wilderness this side of the River Euphrates, because their cattle had multiplied in the land of Gilead.
9 καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ.
10 Now in the days of Saul they made war with the Hagrites, who fell by their hand; and they dwelt in their tents throughout the entire area east of Gilead.
10 καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατ᾿ ἀνατολὰς τῆς Γαλαάδ.
11 And the children of Gad dwelt next to them in the land of Bashan as far as Salcah:
11 υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελχά.
12 Joel was the chief, Shapham the next, then Jaanai and Shaphat in Bashan,
12 Ἰωὴλ πρωτότοκος καὶ Σαφὰμ ὁ δεύτερος, καὶ Ἰανὶν ὁ γραμματεὺς ἐν Βασάν.
13 and their brethren of their father’s house: Michael, Meshullam, Sheba, Jorai, Jachan, Zia, and Eber—seven in all.
13 καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ Ἰωρεὲ καὶ Ἰωαχὰν καὶ Ζουέ, καὶ Ὠβήδ, ἑπτά.
14 These were the children of Abihail the son of Huri, the son of Jaroah, the son of Gilead, the son of Michael, the son of Jeshishai, the son of Jahdo, the son of Buz;
14 οὗτοι υἱοὶ Ἀβιχαία υἱοῦ Οὐρὶ υἱοῦ Ἰδαΐ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ Ἰεσαΐ υἱοῦ Ἰεδδαΐ υἱοῦ Ζαβουχὰμ
15 Ahi the son of Abdiel, the son of Guni, was chief of their father’s house.
15 ἀδελφοῦ υἱοῦ Ἀβδιὴλ υἱοῦ Γουνί· ἄρχων οἴκου πατριῶν.
16 And the Gadites dwelt in Gilead, in Bashan and in its villages, and in all the common-lands of Sharon within their borders.
16 κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις· αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου.
17 All these were registered by genealogies in the days of Jotham king of Judah, and in the days of Jeroboam king of Israel.
17 πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωάθαμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραήλ.
18 The sons of Reuben, the Gadites, and half the tribe of Manasseh had forty-four thousand seven hundred and sixty valiant men, men able to bear shield and sword, to shoot with the bow, and skillful in war, who went to war.
18 υἱοὶ Ρουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.
19 They made war with the Hagrites, Jetur, Naphish, and Nodab.
19 καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν καὶ Ἰτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων
20 And they were helped against them, and the Hagrites were delivered into their hand, and all who were with them, for they cried out to God in the battle. He heeded their prayer, because they put their trust in Him.
20 καὶ κατίσχυσαν ἐπ᾿ αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν.
21 Then they took away their livestock—fifty thousand of their camels, two hundred and fifty thousand of their sheep, and two thousand of their donkeys—also one hundred thousand of their men;
21 καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·
22 for many fell dead, because the war was God’s. And they dwelt in their place until the captivity.
22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾿ αὐτῶν ἕως τῆς μετοικεσίας.
23 So the children of the half-tribe of Manasseh dwelt in the land. Their numbers increased from Bashan to Baal Hermon, that is, to Senir, or Mount Hermon.
23 καὶ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασὰν ἕως Βαὰλ Ἐρμὼν καὶ Σανὶρ καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.
24 These were the heads of their fathers’ houses: Epher, Ishi, Eliel, Azriel, Jeremiah, Hodaviah, and Jahdiel. They were mighty men of valor, famous men, and heads of their fathers’ houses.
24 καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὀφὲρ καὶ Σεΐ καὶ Ἐλιὴλ καὶ Ἱερμία καὶ Ὠδουΐα καὶ Ἰεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.
25 And they were unfaithful to the God of their fathers, and played the harlot after the gods of the peoples of the land, whom God had destroyed before them.
25 καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν.
26 So the God of Israel stirred up the spirit of Pul king of Assyria, that is, Tiglath-Pileser king of Assyria. He carried the Reubenites, the Gadites, and the half-tribe of Manasseh into captivity. He took them to Halah, Habor, Hara, and the river of Gozan to this day.
26 καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισε τὸν Ρουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.
27 Υἱοὶ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί.
28 καὶ υἱοὶ Καάθ· Ἄμβραμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζιήλ.
29 καὶ υἱοὶ Ἄμβραμ· Ἀαρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ Ἀαρών· Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεάζαρ καὶ Ἰθάμαρ.
30 Ἐλεάζαρ ἐγέννησε τὸν Φινεές, Φινεὲς ἐγέννησε τὸν Ἀβισού,
31 Ἀβισοὺ ἐγέννησε τὸν Βωκαΐ, Βωκαΐ ἐγέννησε τὸν Ὀζί,
32 Ὀζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ
33 καὶ Μαριὴλ ἐγέννησε τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτώβ,
34 καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Ἀχιμάας,
35 καὶ Ἀχιμάας ἐγέννησε τὸν Ἀζαρίαν, καὶ Ἀζαρίας ἐγέννησε τὸν Ἰωανάν,
36 καὶ Ἰωανὰν ἐγέννησε τὸν Ἀζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν Ἱερουσαλήμ.
37 καὶ ἐγέννησεν Ἀζαρίας τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτώβ,
38 καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ,
39 καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν Ἀζαρίαν,
40 καὶ Ἀζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν Ἰωσαδάκ,
41 καὶ Ἰωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικεσίᾳ μετὰ Ἰούδα καὶ Ἱερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ.
NKJV translation